§17.8.1Ἀλέξανδρος δὲ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς καταπαύσας ἐστράτευσεν ἐπὶ τὴν Θρᾴκην καὶ πολλὰ μὲν ἔθνη Θρᾴκια ταραττόμενα καταπληξάμενος ὑποταγῆναι κατηνάγκασεν, ἐπῆλθεν δὲ καὶ τὴν Παιονίαν καὶ τὴν Ἰλλυρίδα καὶ τὰς ὁμόρους ταύταις χώρας καὶ πολλοὺς τῶν κατοικούντων βαρβάρων ἀφεστηκότας χειρωσάμενος ὑπηκόους πάντας τοὺς πλησιοχώρους βαρβάρους ἐποιήσατο.
一方、アレクサンドロスはギリシアにおける動乱を静めると、トラキアへと遠征し、動揺していた多くのトラキアの部族を威嚇して服従を余儀なくさせ、さらにパイオニア、イルリス、およびこれらに隣接する諸地域にも進軍し、反乱を起こしていた多くの居住民たる野蛮人たちを制圧して、近隣の野蛮人すべてを臣民とした。
§17.8.2περὶ ταῦτα δʼ ὄντος αὐτοῦ παρῆσάν τινες ἀπαγγέλλοντες πολλοὺς τῶν Ἑλλήνων νεωτερίζειν καὶ πολλὰς τῆς Ἑλλάδος πόλεις πρὸς ἀπόστασιν ὡρμηκέναι, μάλιστα δὲ Θηβαίους.
彼がこれらのことに従事していると、多くのギリシア人が不穏な動きを見せており、ギリシアの多くの都市、特にテーバイ人が反乱へと傾いていることを報告する者たちが現れた。
ἐπὶ δὲ τούτοις ὁ βασιλεὺς παροξυνθεὶς ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν, σπεύδων τὰς κατὰ τὴν Ἑλλάδα παῦσαι ταραχάς.
これに対して王は激怒し、ギリシアにおける動乱を終息させることを急ぎつつ、マケドニアへと引き返した。
§17.8.3Θηβαίων δὲ τὴν ἐν τῇ Καδμείᾳ φρουρὰν ἐκβάλλειν φιλοτιμουμένων καὶ πολιορκούντων τὴν ἄκραν ἧκεν ὁ βασιλεὺς ἄφνω πρὸς τὴν πόλιν καὶ κατεστρατοπέδευσε πλησίον τῶν Θηβῶν μετὰ πάσης τῆς δυνάμεως.
テーバイ人たちがカドメイアの守備隊を追い払おうと熱心になり、そのアクロポリスを包囲していると、王は突如としてその都市の前に現れ、全軍を率いてテーバイの近くに陣を敷いた。
§17.8.4οἱ δὲ Θηβαῖοι πρὸ μὲν τῆς τοῦ βασιλέως παρουσίας τὴν Καδμείαν τάφροις βαθείαις καὶ σταυρώμασι πυκνοῖς περιέλαβον ὥστε μήτε βοήθειαν αὐτοῖς δύνασθαι μήτʼ ἀγορὰν εἰσπέμψαι,
テーバイ人たちは王の到着より前に、カドメイアを深い濠と密な柵で囲み込み、彼らに救助を送ることも食料を搬入することも不可能にしていた。
§17.8.5πρὸς δὲ Ἀρκάδας καὶ Ἀργείους, ἔτι δὲ Ἠλείους πρεσβεύσαντες ἠξίουν βοηθεῖν.
また、アルカディア人、アルゴス人、さらにエリス人に対して使節を派遣し、援助を求めた。
ὁμοίως δὲ καὶ πρὸς Ἀθηναίους περὶ συμμαχίας ἐπρέσβευον καὶ παρὰ Δημοσθένους ὅπλων πλῆθος ἐν δωρεαῖς λαβόντες τοὺς ἀνόπλους καθώπλιζον.
同様に、アテナイ人に対しても同盟交渉のための使節を送り、デモステネスから贈り物の形で大量の武器を受け取って、武器を持たない市民を武装させた。
§17.8.6τῶν δʼ ἐπὶ τὴν βοήθειαν παρακεκλημένων οἱ μὲν ἐν Πελοποννήσῳ στρατιώτας ἐξέπεμψαν ἐπὶ τὸν Ἰσθμὸν καὶ διατρίβοντες ἐκαραδόκουν, προσδοκίμου τοῦ βασιλέως ὄντος.
支援を要請された者のうち、ペロポネソスの人々はイストモスに兵士を派遣したものの、王の到来が予想されていたため、そこに留まって様子を窺っていた。
Ἀθηναῖοι δʼ ἐψηφίσαντο μὲν βοηθεῖν τοῖς Θηβαίοις, πεισθέντες ὑπὸ Δημοσθένους, οὐ μέντοι γε τὴν δύναμιν ἐξέπεμψαν, καραδοκοῦντες τὴν ῥοπὴν τοῦ πολέμου.
アテナイ人は、デモステネスに説得されてテーバイ人を援助することを決議したものの、戦争の帰趨を見極めようとして、軍勢を派遣しなかった。
§17.8.7ὁ δὲ τῆς ἐν τῇ Καδμείᾳ φρουρᾶς ἡγούμενος Φιλώτας ὁρῶν τοὺς Θηβαίους μεγάλας παρασκευὰς ποιουμένους πρὸς τὴν πολιορκίαν καὶ τὰ τείχη φιλοτιμότερον κατεσκεύασεν καὶ βελῶν παντοδαπῶν πλῆθος ἡτοιμάζετο.
カドメイアの守備隊長であるフィロタスは、テーバイ人が包囲戦に向けて大規模な準備を進めているのを目にして、防壁をより念入りに補強し、あらゆる種類の飛び道具を大量に準備した。