§17.7.1Δαρεῖος γὰρ παραλαβὼν τὴν βασιλείαν πρὸ μὲν τῆς Φιλίππου τελευτῆς ἐφιλοτιμεῖτο τὸν μέλλοντα πόλεμον εἰς τὴν Μακεδονίαν ἀποστρέψαι·
ダレイオスは王位を継承したとき、フィリッポスの死の前には、これから起こる戦争をマケドニアへとそらそうと躍起になっていた。
ἐκείνου δὲ τελευτήσαντος ἀπελύθη τῆς ἀγωνίας, καταφρονήσας τῆς Ἀλεξάνδρου νεότητος.
しかし、彼が亡くなると、アレクサンドロスの若さを侮ったため、その不安から解放された。
§17.7.2ἐπεὶ δʼ ἡ διὰ τῶν πράξεων ἐνέργεια καὶ ὀξύτης ἐποίησε μὲν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν πᾶσαν ἀναλαβεῖν καὶ τὴν ἀρετὴν τοῦ νεανίσκου γενέσθαι περιβόητον, τότε δὴ νουθετηθεὶς τοῖς ἔργοις ὁ Δαρεῖος ἐπιμέλειαν μεγάλην ἐποιεῖτο τῶν δυνάμεων, τριήρεις τε πολλὰς κατασκευαζόμενος καὶ δυνάμεις ἀξιολόγους συνιστάμενος, ἡγεμόνας τε τοὺς ἀρίστους προκρίνων, ἐν οἷς ὑπῆρχε καὶ Μέμνων ὁ Ῥόδιος, διαφέρων ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ.
しかし、行動による(アレクサンドロスの)精力的な活動と迅速さが、ギリシア人の覇権全体を彼に掌握させ、その若者の卓越性が世に知れ渡るようにしたため、そのときこそ、事実に警告されたダレイオスは、軍隊の整備に大きな注意を払うようになり、多くの三段櫂船を建造し、有力な軍勢を組織し、最も優れた指導者たちを選び出した。 彼らの中には、勇気と将帥としての知略において傑出したロドス島のメムノンも含まれていた。
§17.7.3τούτῳ δὲ δοὺς ὁ βασιλεὺς μισθοφόρους πεντακισχιλίους προσέταξε παρελθεῖν ἐπὶ πόλιν Κύζικον καὶ πειρᾶσθαι ταύτην χειρώσασθαι.
王は彼に五千人の傭兵を与え、クジコス市へ進軍してこれを攻略するよう試みることを命じた。
οὗτος μὲν οὖν μετὰ τοσούτων στρατιωτῶν προῆγε διὰ τῆς Ἴδης.
そこで彼はこれほどの数の兵士を率いて、イデ山を通って進んでいった。
§17.7.4τὸ δʼ ὄρος τοῦτο μυθολογοῦσί τινες τυχεῖν ταύτης τῆς προσηγορίας ἀπὸ τῆς Μελισσέως Ἴδης.
この山は、メリッセウスの娘イデにちなんでこの名称を得たのだと、ある者たちは伝説として語っている。
μέγιστον δʼ ὑπάρχον τῶν κατὰ τὸν Ἑλλήσποντον ἔχει κατὰ τὸ μέσον ἄντρον θεοπρεπές, ἐν ᾧ φασι κριθῆναι τὰς θεὰς ὑπʼ Ἀλεξάνδρου.
ヘレスポントス地方で最大の山であり、その中腹には神にふさわしい洞窟があって、その中で女神たちがアレクサンドロスによって判定されたと言われている。
§17.7.5γενέσθαι δʼ ἐν τούτῳ λέγεται καὶ τοὺς Ἰδαίους Δακτύλους, οὓς σίδηρον ἐργάσασθαι πρώτους, μαθόντας τὴν ἐργασίαν παρὰ τῆς τῶν θεῶν μητρός.
また、この山においてイダイオスのダクテュロスたちも生まれたと言われており、彼らが最初に鉄を加工したとされるが、それは神々の母からその製法を学んでのことであった。
ἴδιον δέ τι καὶ παράδοξον συμβαίνει γίνεσθαι περὶ τοῦτο τὸ ὄρος.
また、この山の周辺では奇妙で不思議なことが起こるのである。
§17.7.6κατὰ γὰρ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἐπʼ ἄκρας τῆς κορυφῆς διὰ τὴν νηνεμίαν τοῦ περιέχοντος ἀέρος ὑπερπετῆ γίνεσθαι τὴν ἄκραν τῆς τῶν ἀνέμων πνοῆς, ὁρᾶσθαι δὲ τὸν ἥλιον ἔτι νυκτὸς οὔσης ἀνατέλλοντα, τὰς ἀκτῖνας οὐκ ἐν κυκλοτερεῖ σχήματι γεγραμμένον, ἀλλὰ τὴν φλόγα κατὰ πολλοὺς τόπους ἔχοντα διεσπαρμένην, ὥστε δοκεῖν πυρὰ πλείω θιγγάνειν τοῦ τῆς γῆς ὁρίζοντος.
というのも、犬の星が昇る頃、山頂の最上部では、周囲の空気の無風状態のために、風の吹き始めがその頂上を越えて吹くようになり、また、まだ夜であるうちに太陽が昇るのが見えるのであるが、その光線は丸い形で描かれておらず、かえってその炎を多くの場所に分散させているため、多くの篝火が地平線に接しているかのように見えるのである。
§17.7.7μετʼ ὀλίγον δὲ συνάγεται ταῦτα πρὸς ἓν μέγεθος, ἕως ἂν γένηται τρίπλεθρον διάστημα·
しかし、しばらくすると、これらは一つの大きさに集まり、三プレトロンの幅になるまで続く。
καὶ τότʼ ἤδη τῆς ἡμέρας ἐπιλαβούσης τὸ φαινόμενον τοῦ ἡλίου μέγεθος πληρωθὲν τὴν τῆς ἡμέρας διάθεσιν κατασκευάζει.
そしてそのとき、すでに昼が始まると、目に見える太陽の大きさが満たされて、一日のいつもの状態をもたらすのである。
§17.7.8ὁ δʼ οὖν Μέμνων διελθὼν τὴν ὀρεινὴν ἄφνω τῇ πόλει τῶν Κυζικηνῶν προσέπεσεν καὶ παρʼ ὀλίγον αὐτῆς ἐκυρίευσεν·
ともかく、メムノンは山地を越えて、突如としてクジコス人の市に襲いかかり、もう少しでそれを奪取するところであった。
ἀποπεσὼν δὲ τῆς ἐπιβολῆς τὴν χώραν αὐτῶν ἐπόρθησε καὶ πολλῶν λαφύρων ἐκυρίευσεν.
しかしその企てに失敗すると、彼らの領地を略奪し、多くの戦利品を手に入れた。
§17.7.9ἅμα δὲ τούτοις πραττομένοις Παρμενίων Γρύνιον μὲν πόλιν ἑλὼν κατὰ κράτος ἐξηνδραποδίσατο, Πιτάνην δὲ πολιορκοῦντος αὐτοῦ Μέμνων ἐπιφανεὶς καὶ καταπληξάμενος τοὺς Μακεδόνας ἔλυσε τὴν πολιορκίαν.
これらのことが行われているのと同時に、パルメニオンはグリュニオン市を力攻めで陥落させて住民を奴隷にした。 彼がピタネを包囲していると、メムノンが現れてマケドニア軍を恐怖に陥れ、その包囲を解かせた。
§17.7.10μετὰ δὲ ταῦτα Κάλλας μὲν ἔχων Μακεδόνας καὶ μισθοφόρους στρατιώτας ἐν τῇ Τρῳάδι συνῆψε μάχην πρὸς τοὺς Πέρσας, ὄντας πολλαπλασίους, καὶ λειφθεὶς ἀπεχώρησεν εἰς τὸ Ῥοίτειον.
こののち、カラスはマケドニア兵と傭兵部隊を率いて、トロアス地方で何倍もの数におよぶペルシア軍と戦火を交えたが、敗北してロイテイオンへと撤退した。
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
アジアでの出来事はこのような状況にあった。