Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.75.1-17.75.7

ヒュルカニアの征服とその特異な風土の描写

680 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスはヒュルカニアのヘカトンピュロス等に宿営し、その地を征服する。本文では不思議な地下河川スティボイテスや、極めて肥沃で動植物の恵みに満ちたヒュルカニアの風土が描写される。

§17.75.1ὁ δὲ Ἀλέξανδρος ἀναζεύξας ἐπὶ τὴν Ὑρκανίαν τριταῖος κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Ἑκατονταπύλου.
一方、アレクサンドロスはヒュルカニアへ向けて出発し、三日目にヘカトンピュロスと呼ばれる都市の近くに宿営した。
εὐδαίμονος δʼ αὐτῆς οὔσης καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων πολλῆς ἀφθονίας ὑπαρχούσης ἐνταῦθα τὴν δύναμιν ἀνέλαβεν ἐπί τινας ἡμέρας.
その地は豊かであり、また享楽に属するあらゆるものが極めて豊富に存在していたので、彼はそこで数日間にわたって軍を休養させた。
§17.75.2διελθὼν δὲ σταδίους ἑκατὸν καὶ πεντήκοντα κατεστρατοπέδευσε πλησίον πέτρας μεγάλης·
彼は百五十スタディオン進んだ後、大きな岩の近くに宿営した。
ὑπὸ δὲ τὴν ῥίζαν αὐτῆς ἄντρον ὑπῆρχε θεοπρεπές, ἐξ οὗ μέγας ποταμὸς ἐξέπιπτεν ὁ καλούμενος Στιβοίτης.
その麓には神にふさわしい見事な洞窟があり、そこからスティボイテスと呼ばれる大きな川が流れ出ていた。
οὗτος δὲ λάβρῳ τῷ ῥεύματι φερόμενος ἐπὶ τρεῖς σταδίους σχίζεται διπλοῦς περί τινα πέτραν μαστοειδῆ, ἔχουσαν ὑφʼ αὑτὴν χάσμα γῆς παμμέγεθες·
この川は激しい流れで三スタディオンにわたって進み、ある乳房状の岩の周りで二つに分かれるが、その岩の下には極めて大きな大地の裂け目があった。
εἰς δὲ τοῦτο καταράττων μετὰ πολλοῦ ψόφου καὶ γινόμενος ἀφρώδης διὰ τῆς πρὸς τὴν πέτραν πληγῆς φέρεται ὑπὸ γῆν σταδίους τριακοσίους, ἔπειτα πάλιν ἀνοίγει τὰς ἐκβολάς.
川は大きな轟音とともにこの裂け目に激しく流れ落ち、岩に衝突して泡立ちながら、地下を三百スタディオン流れて、その後に再び流出口を開くのである。
§17.75.3ὁ δʼ Ἀλέξανδρος μετὰ τῆς δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Ὑρκανῶν χώραν πάσας τὰς ἐν αὐτῇ πόλεις ἐχειρώσατο μέχρι τῆς Κασπίας καλουμένης θαλάττης, ἣν Ὑρκανίαν τινὲς ὀνομάζουσιν.
アレクサンドロスは軍隊とともにヒュルカニア人の地に侵入し、カスピ海と呼ばれる海に至るまで、そこにあるすべての都市を征服した。 この海はヒュルカニア海と呼ぶ者もいる。
ἐν ταύτῃ δέ φασι πολλοὺς μὲν καὶ μεγάλους ὄφεις γεννᾶσθαι, ἰχθῦς δὲ παντοδαποὺς πολὺ τῇ χροιᾷ τῶν παρʼ ἡμῖν διαλλάττοντας.
この海には多くの巨大な蛇が生息し、またあらゆる種類の魚が、我々のところの魚とは著しく異なる色をして生息していると言われている。
§17.75.4διεξιὼν δὲ τὴν Ὑρκανίαν κατήντησε πρὸς τὰς καλουμένας Εὐδαίμονας καὶ πρὸς ἀλήθειαν οὔσας κώμας·
彼はヒュルカニアを通過して、「幸福な村々」と呼ばれ、また実際にそうである村々に到着した。
πολὺ γὰρ τοῖς καρποῖς ἡ χώρα τούτων ὑπεράγει τῶν παρὰ τοῖς ἄλλοις.
なぜなら、これらの村々の土地は、その収穫物において、他の人々のところの土地をはるかに凌駕しているからである。
§17.75.5τῶν μὲν γὰρ ἀμπέλων φασὶν ἑκάστην μετρητὴν φέρειν οἴνου, τῶν δὲ συκίνων δένδρων ἔνια καρποφορεῖν ἰσχάδων ξηρῶν μεδίμνους δέκα.
実際、ブドウの木のそれぞれが一メトレテスのワインをもたらし、イチジクの木の中には干しイチジク十メディムノスを実らせるものもあると言われている。
τὸν δʼ ἐν τῷ θερισμῷ παραλειφθέντα σῖτον ἐπὶ τὴν γῆν πεσόντα βλαστάνειν ἄσπορον ὄντα καὶ πρὸς τὸ τέλος ἄγειν δαψιλῆ καρπόν.
また、収穫の際に残されて地に落ちた穀物は、種をまかれることなしに発芽し、豊かな実りをもたらすとのことである。
§17.75.6ἔστι δὲ καὶ δένδρον παρὰ τοῖς ἐγχωρίοις παραπλήσιον δρυῒ κατὰ τὴν ἐπιφάνειαν, ἀπὸ δὲ τῶν φύλλων ἀπολεῖβον μέλι·
また、現地の人々の間には、外観がカシの木に似ており、その葉から蜜を滴らせる木もある。
καὶ τοῦτό τινες συνάγοντες δαψιλῆ τὴν ἀπόλαυσιν αὐτοῦ ποιοῦνται.
そして、ある人々はこれを集めて、それを十分に楽しんでいる。
§17.75.7ἔστι δὲ καὶ ζῷον κατὰ τὴν χώραν ἐπτερωμένον, ὃ καλεῖται μὲν ἀνθρηδών, λειπόμενον δὲ μεγέθει μελίττης μεγίστην ἔχει τὴν ὠφέλειαν·
また、その地には「アンスレドン」と呼ばれる羽のある虫もいる。 それはミツバチよりは大きさで劣るものの、最大の有用性を持っている。
ἐπινεμόμενον γὰρ τὴν ὀρεινὴν ἄνθη παντοῖα δρέπεται καὶ ταῖς κοιλάσι πέτραις καὶ τοῖς κεραυνοβόλοις τῶν δένδρων ἐνδιατρῖβον κηροπλαστεῖ καὶ κατασκευάζει χύμα διάφορον τῇ γλυκύτητι, τοῦ παρʼ ἡμῖν μέλιτος οὐ πολὺ λειπόμενον.
なぜなら、山地を飛び回ってあらゆる花から蜜を集め、窪んだ岩の間や、雷の落ちた木の空洞にとどまって巣を作り、甘さにおいて際立った液を作り出すからであり、それは我々のところの蜜にそれほど劣らないものである。

語釈・文法注

  1. §17.75.1εὐδαίμονος δʼ αὐτῆς οὔσης καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων πολλῆς ἀφθονίας ὑπαρχούσης — 二つの属格独立(genitive absolute)構文が接続詞 καί で並列され、全体として主節の動詞 ἀνέλαβεν に対する理由(原因)を示している。
  2. §17.75.2λάβρῳ τῷ ῥεύματι — 形容詞 λάβρῳ は限定の位置ではなく冠詞のない述語的位置(predicative position)にあり、分詞 φερόμενος を修飾して「激しい流れの状態で(激しく流れながら)」という様態を表す。
  3. §17.75.4τῶν παρὰ τοῖς ἄλλοις — 比較級の動詞 ὑπεράγει(凌駕する)に伴う比較の属格。文脈上、他の人々(ἄλλοις)の土地(ἡ χώρα)あるいは収穫物(οἱ καρποί)を意味する要素が省略されている。
  4. §17.75.5φέρεις... καρποφορεῖν... βλαστάνειν... ἄγειν — §17.75.5全体の4つの不定詞(φέρειν, καρποφορεῖν, βλαστάνειν, ἄγειν)は、すべて φασίν(彼らは言う)に支配された対格不定詞(間接話法)の構文である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.75.1-17.75.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.75.1-17.75.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。