§17.76.1Ἀλέξανδρος δὲ τὴν Ὑρκανίαν καὶ τὰ συνορίζοντα τῶν ἐθνῶν ταύτῃ τῇ χώρᾳ προσηγάγετο·
アレクサンドロスはヒュルカニアと、この地方に隣接する諸民族を従えた。
καὶ πολλοὶ τῶν συμπεφευγότων ἡγεμόνων τῷ Δαρείῳ παρέδωκαν αὑτούς·
そして、ダレイオスのもとへ逃げ込んでいた指導者たちの多くが彼に降伏した。
οἷς ἐπεικῶς προσενεχθεὶς μεγάλην δόξαν ἐπιεικείας ἀπηνέγκατο·
彼らに寛大に接したことで、彼は寛大さという大きな名声を得た。
§17.76.2εὐθὺ γὰρ οἱ Δαρείῳ συνεστρατευμένοι τῶν Ἑλλήνων ὄντες περὶ χιλίους καὶ πεντακοσίους ἀνδρείᾳ τε διαφέροντες, παρέδοσαν ἑαυτοὺς Ἀλεξάνδρῳ καὶ συγγνώμης ἀξιωθέντες κατετάχθησαν εἰς τὰς τάξεις ἐπὶ ταῖς αὐταῖς μισθοφοραῖς.
というのも、すぐに、ダレイオスとともに従軍していたギリシア人たち(約千五百人であり、勇気において優れていた)が、アレクサンドロスに降伏し、許しを得て、同じ給与で彼の部隊に配属されたからである。
§17.76.3ὁ δʼ Ἀλέξανδρος ἐπελθὼν τὴν παραθαλάσσιον τῆς Ὑρκανίας ἐνέβαλεν εἰς τὴν χώραν τῶν ὀνομαζομένων Μάρδων.
一方、アレクサンドロスはヒュルカニアの沿岸地方を進み、マルドイと呼ばれる人々の国に侵入した。
οὗτοι γὰρ ἀλκῇ διαφέροντες ὑπερεφρόνησαν τὴν αὔξησιν τοῦ βασιλέως καὶ οὐδεμιᾶς ἐντεύξεως ἢ τιμῆς ἠξίωσαν αὐτόν,
というのも、彼らは武勇に優れていたため、王の台頭を軽視し、彼に対して何の使節も送らず、敬意も払わなかったからである。
§17.76.4προκαταλαβόμενοι δὲ τὰς εἰσβολὰς στρατιώταις ὀκτακισχιλίοις τεθαρρηκότως τὴν τῶν Μακεδόνων ἔφοδον ὑπέμενον.
そして、八千人の兵士で隘路をあらかじめ占拠し、臆することなくマケドニア軍の襲来を待ち受けていた。
ὁ δὲ βασιλεὺς ἐπιπεσὼν αὐτοῖς καὶ συνάψας μάχην τοὺς πλείους μὲν κατέκοψε, τοὺς δὲ λοιποὺς εἰς τὰς δυσχωρίας κατεδίωξε.
しかし、王は彼らに襲いかかって戦闘を交え、大半を斬り伏せ、残りの者たちを険路へと追い詰めた。
§17.76.5πυρπολοῦντος δʼ αὐτοῦ τὴν χώραν καὶ τῶν τοὺς βασιλικοὺς ἵππους ἀγόντων παίδων βραχὺ τοῦ βασιλέως χωρισθέντων ἐπιβαλόντες τινὲς τῶν βαρβάρων ἀφήρπασαν Βουκεφάλαν τὸν ἄριστον τῶν ἵππων.
彼がその地を焼き払っていたとき、王の馬を引いていた従僕たちが王から少し離れた隙に、野蛮人の一部が襲いかかり、名馬ブケファラスを略奪した。
§17.76.6οὗτος δʼ ἐδόθη δῶρον μὲν ὑπὸ Δημαράτου τοῦ Κορινθίου, συνηγώνιστο δὲ τῷ βασιλεῖ πάντας τοὺς κατὰ τὴν Ἀσίαν ἀγῶνας.
この馬はコリントス人デマラトスから贈り物として与えられたもので、アジアにおけるすべての戦いで王とともに戦ってきたものであった。
γυμνὸς δʼ ὢν ἔτι τὸν πωλοδαμαστὴν μόνον προσεδέχετο, τυχὼν δὲ τῆς βασιλικῆς σκευῆς οὐδὲ τοῦτον ἔτι προσίετο, μόνῳ δὲ Ἀλεξάνδρῳ παρίστατο καὶ συγκαθίει τὸ σῶμα πρὸς τὴν ἀνάβασιν.
鞍を置いていない状態では調教師だけを背に乗せ、王の馬具を装着されると調教師さえもはや寄せ付けず、アレクサンドロスだけに従って彼が乗りやすいようにその身を低くするのであった。
§17.76.7ὁ δὲ βασιλεὺς διὰ τὴν ἀρετὴν τοῦ ζῴου δυσφορήσας τὴν μὲν χώραν δενδροτομεῖν προσέταξε, διὰ δὲ τῶν ὁμοφώνων τοῖς ἐγχωρίοις κηρύττειν ὡς ἂν μὴ τὸν ἵππον ἀποδῶσι, τήν τε χώραν εἰς τέλος ὄψονται κατεφθαρμένην τούς τʼ ἐνοικοῦντας πανδημεὶ κατεσφαγμένους.
王はその獣の優秀さゆえにひどく憤慨し、その土地の樹木を伐採することを命じるとともに、現地の人々と同じ言葉を話す者たちを通じて、もし馬を返さなければ、土地が完全に破壊され、住民が一人残らず虐殺されるのを目にすることになると布告させた。
§17.76.8τῶν δʼ ἀπειλῶν ὀξέως ἐπιτελουμένων καταπλαγέντες οἱ βάρβαροι τὸν ἵππον ἀποκατέστησαν καὶ μετʼ αὐτοῦ πολυτελέστατα δῶρα προσεκόμισαν, πρὸς δὲ τούτοις καὶ πεντήκοντʼ ἄνδρας ἀπέστειλαν, δεόμενοι τυχεῖν συγγνώμης.
脅迫が迅速に実行に移されると、野蛮人たちは恐れをなして馬を返還し、それとともに極めて豪華な贈り物を届け、さらにこれに加えて、許しを求めて五十人の男たちを送り届けてきた。
ὁ δʼ Ἀλέξανδρος τοὺς μὲν ἀξιολογωτάτους τῶν ἀνδρῶν ἔλαβεν ὁμήρους.
アレクサンドロスは彼らのうち最も重要な者たちを人質として受け入れた。