§17.69.1μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περσέπολιν προάγων κατὰ τὴν ὁδὸν ἐπιστολὴν ἐκομίσατο παρὰ τοῦ κυριεύοντος τῆς πόλεως Τιριδάτου.
この後、ペルセポリスに向けて進む途上で、彼はその都市を支配していたティリダテスからの手紙を受け取った。
ἐν ταύτῃ δʼ ἦν γεγραμμένον ὅτι ἐὰν παραγενόμενος φθάσῃ τοὺς ἐπιβαλλομένους διατηρῆσαι Δαρείῳ τὴν Περσέπολιν, κύριος ἔσται ταύτης ὑπʼ αὐτοῦ παραδοθείσης.
その中には、もしアレクサンドロスが到着して、ダレイオスのためにペルセポリスを守ろうと企てている者たちに先んじるならば、彼によってこの都市が引き渡され、彼がその支配者となるであろうと書かれていた。
§17.69.2διόπερ ὁ Ἀλέξανδρος κατὰ σπουδὴν ἦγε τὴν δύναμιν καὶ τὸν Ἀράξην ποταμὸν ζεύξας διεβίβασε τοὺς στρατιώτας.
それゆえ、アレクサンドロスは急いで軍勢を率い、アラクセス川に橋を架けて兵士たちを渡らせた。
προάγοντος δὲ τοῦ βασιλέως θέαμα παράδοξον καὶ δεινὸν ὤφθη, μισοπονηρίαν μὲν περιέχον κατὰ τῶν πραξάντων, ἔλεον δὲ καὶ συμπάθειαν ἐπιφέρον πρὸς τοὺς ἀνήκεστα πεπονθότας.
王が進軍していくと、奇妙で恐ろしい光景が現れた。 それは、そのような暴挙を働いた者たちへの憎悪を掻き立てる一方で、取り返しのつかない惨状を被った人々への同情と憐れみを呼び起こすものであった。
§17.69.3ἀπήντησαν γὰρ αὐτῷ μεθʼ ἱκετηριῶν Ἕλληνες ὑπὸ τῶν πρότερον βασιλέων ἀνάστατοι γεγονότες, ὀκτακόσιοι μὲν σχεδὸν τὸν ἀριθμὸν ὄντες, ταῖς δʼ ἡλικίαις οἱ πλεῖστοι μὲν γεγηρακότες, ἠκρωτηριασμένοι δὲ πάντες, οἱ μὲν χεῖρας, οἱ δὲ πόδας, οἱ δὲ ὦτα καὶ ῥῖνας·
というのも、以前の王たちによって強制移住させられていたギリシア人たちが、哀願のしるしを携えて彼を出迎えたからである。 その数は約八百人で、年齢は大部分が老境に達しており、全員が身体の一部を切断され、ある者は両手を、ある者は両足を、ある者は耳と鼻をそぎ落とされていた。
§17.69.4τῶν δʼ ἐπιστήμας ἢ τέχνας εἰδότων καὶ ἐν παιδείᾳ προκεκοφότων τὰ μὲν ἄλλα τῶν ἀκρωτηρίων ἀπεκέκοπτο, αὐτὰ δὲ μόνα τὰ συνεργοῦντα πρὸς τὰς ἐπιστήμας ἀπελέλειπτο·
知識や技術を持ち、教育において秀でていた者たちについては、他の身体部分は切断されていたものの、その技術や知識を働かせるのに必要な部位だけは残されていた。
ὥστε πάντας ὁρῶντας τὰ τῆς ἡλικίας ἀξιώματα καὶ τὰς περιεχούσας τὰ σώματα συμφορὰς ἐλεεῖν τὰς τύχας τῶν ἀκληρούντων, μάλιστα δὲ αὐτὸν τὸν Ἀλέξανδρον συμπαθῆ γενέσθαι τοῖς ἠτυχηκόσι καὶ μὴ δύνασθαι κατασχεῖν τὰ δάκρυα.
そのため、彼らの年齢にふさわしい尊厳と、その肉体を覆う悲惨な境遇を目にしたすべての者が、この不運な人々の運命を憐れんだが、とりわけアレクサンドロス自身がこの不幸な人々に深く同情し、涙を抑えることができなかった。
§17.69.5ἀναβοησάντων δὲ ἅμα ἁπάντων καὶ τὸν Ἀλέξανδρον ἀξιούντων ἀμῦναι ταῖς ἰδίαις συμφοραῖς ὁ μὲν βασιλεὺς προσκαλεσάμενος τοὺς προεστηκότας καὶ τῆς αὑτοῦ μεγαλοψυχίας ἀξίως τιμήσας ἐπηγγείλατο πολλὴν πρόνοιαν ποιήσασθαι τῆς ἐπʼ οἶκον ἀνακομιδῆς.
全員が一度に声を上げて、アレクサンドロスに自分たちの被った惨状から救ってほしいと嘆願すると、王は彼らの代表者たちを呼び寄せ、自らの度量の大きさにふさわしく彼らを厚遇し、彼らが故郷へ帰還できるよう大いなる配慮を払うことを約束した。
§17.69.6οἱ δὲ συνελθόντες καὶ βουλευσάμενοι προέκριναν τὴν αὐτόθι μονὴν τῆς εἰς οἶκον ἀνακομιδῆς.
しかし彼らは集まって相談し、故郷へ帰還するよりもその土地に留まることを選んだ。
ἀνασωθέντας μὲν γὰρ αὑτοὺς διασπαρήσεσθαι κατʼ ὀλίγους καὶ περιόντας ἐν ταῖς πόλεσιν ἐπονείδιστον ἕξειν τὴν ἐκ τῆς τύχης ἐπήρειαν·
というのも、もし生還したとしても、自分たちは少数ずつに分散してしまい、諸都市を渡り歩く中で、運命から被った侮辱を恥辱として晒し続けることになるからである。
μετʼ ἀλλήλων δὲ βιοῦντας, τὴν ὁμοίαν συμφορὰν ἔχοντας, παραμύθιον ἕξειν τῆς ἰδίας ἀκληρίας τὴν τῶν ἄλλων τῆς ἀκληρίας ὁμοιότητα.
それに対して、同じような惨状を共有する者同士が共に暮らすなら、他人が自分と同じ不幸を負っているという事実が、自分自身の不運に対する慰めとなるからであった。
§17.69.7διὸ καὶ πάλιν ἐντυχόντες τῷ βασιλεῖ καὶ τὴν ἰδίαν κρίσιν δηλώσαντες ἐδέοντο πρὸς ταύτην τὴν ὑπόστασιν οἰκείαν παρέχεσθαι βοήθειαν.
それゆえ、彼らは再び王に拝謁して自らの決定を伝え、この計画に対してふさわしい援助を提供してくれるよう願い出た。
§17.69.8ὁ δὲ Ἀλέξανδρος συγκαταθέμενος τοῖς δεδογμένοις τρισχιλίας μὲν ἑκάστῳ δραχμὰς ἐδωρήσατο καὶ στολὰς ἀνδρείας πέντε καὶ γυναικείας ἴσας, ζεύγη δὲ βοϊκὰ δύο καὶ πρόβατα πεντήκοντα καὶ πυρῶν μεδίμνους πεντήκοντα·
アレクサンドロスは彼らの決定に同意し、一人一人に三千ドラクマ、男性用の衣服五着と同数の女性用の衣服、さらに牛のつがい二組、羊五十頭、小麦五十メディムノスを贈った。
ἐποίησεν δὲ καὶ ἀτελεῖς αὐτοὺς παντὸς βασιλικοῦ φόρου καὶ τοῖς ἐπιστάταις προσέταξε φροντίζειν ὅπως μηδʼ ὑφʼ ἑνὸς ἀδικῶνται.
また、彼らからあらゆる王室税を免除し、管理者たちに対しては、彼らが誰からも不当な扱いを受けることのないよう配慮することを命じた。
§17.69.9Ἀλέξανδρος μὲν οὖν ἀκολούθως τῇ κατʼ αὐτὸν ἐπιεικείᾳ τοιαύταις εὐεργεσίαις τὰς τῶν ἠτυχηκότων συμφορὰς διωρθώσατο.
このようにしてアレクサンドロスは、自らの持つ慈悲深さに従い、こうした恩恵を施すことで、不幸な境遇にある人々の不運を和らげたのであった。