§17.63.1Ἀντίπατρος δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων συνδρομὴν τὸν μὲν ἐν τῇ Θρᾴκῃ πόλεμον ὥς ποτʼ ἦν δυνατὸν κατέλυσεν, εἰς δὲ τὴν Πελοπόννησον ἧκε μετὰ πάσης τῆς δυνάμεως.
アンティパトロスはギリシア人の集結を知ると、トラキアでの戦争を可能な限り速やかに終結させ、全軍を率いてペロポネソスへと赴いた。
προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμαχούντων Ἑλλήνων στρατιώτας ἤθροισε τοὺς ἅπαντας οὐκ ἐλάττους τῶν τετρακισμυρίων.
そして、同盟関係にあるギリシア人たちからも兵士を加えることで、総勢で四万人を下らない軍勢を集めた。
§17.63.2γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν Ἄγις μαχόμενος ἔπεσεν, οἱ δὲ Λακεδαιμόνιοι πολὺν μὲν ἐκθύμως χρόνον ἀγωνιζόμενοι διεκαρτέρουν, τῶν δὲ συμμάχων βιασθέντων καὶ αὐτοὶ τὴν ἀναχώρησιν εἰς τὴν Σπάρτην ἐποιήσαντο.
激しい会戦が起こると、アギスは戦いの中で倒れ、ラケダイモン人たちは長い間、果敢に戦い続けて持ちこたえたが、同盟軍が圧倒されると、彼ら自身もスパルタへの退却を行った。
§17.63.3ἀνῃρέθησαν δʼ ἐν τῇ μάχῃ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων πλείους τῶν πεντακισχιλίων καὶ τριακοσίων, τῶν δὲ μετʼ Ἀντιπάτρου τρισχίλιοι καὶ πεντακόσιοι.
この戦いで討ち死にしたのは、ラケダイモン人とその同盟軍の側では五千三百人以上であり、アンティパトロスの側では三千五百人であった。
§17.63.4ἴδιον δέ τι συνέβη καὶ περὶ τὴν τοῦ Ἄγιδος τελευτὴν γενέσθαι·
また、アギスの最期についても特異な出来事が起こった。
ἀγωνισάμενος γὰρ λαμπρῶς καὶ πολλοῖς τραύμασιν ἐναντίοις περιπεσὼν ὑπὸ τῶν στρατιωτῶν εἰς τὴν Σπάρτην ἀπεκομίζετο·
彼は見事に戦い、体の前面に多くの傷を負って、兵士たちによってスパルタへと運び去られる途中であった。
περικατάληπτος δὲ γενόμενος καὶ τὰ καθʼ ἑαυτὸν ἀπογνοὺς τοῖς μὲν ἄλλοις στρατιώταις προσέταξεν ἀπιέναι τὴν ταχίστην καὶ διασώζειν αὑτοὺς εἰς τὴν τῆς πατρίδος χρείαν, αὐτὸς δὲ καθοπλισθεὶς καὶ εἰς γόνυ διαναστὰς ἠμύνατο τοὺς πολεμίους καί τινας καταβαλὼν καὶ συνακοντισθεὶς κατέστρεψε τὸν βίον, ἄρξας ἔτη ἐννέα.
しかし、敵に包囲されそうになり、自らの命を絶望視すると、他の兵士たちには、直ちに立ち去って祖国が彼らを必要とするときのために自らの身を護るよう命じた。 そして彼自身は、武装を整えて膝をついた状態から立ち上がり、敵を撃退し、数人を打ち倒したものの、投げ槍を浴びてその生涯を終えた。 彼の統治は九年間に及んだ。
§17.63.5ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα κατὰ τὴν Εὐρώπην ἐν μέρει τὰ κατὰ τὴν Ἀσίαν συντελεσθέντα διέξιμεν.
さて、ヨーロッパで起こった出来事を語り終えたので、次はアジアで遂げられた出来事を順次記述することにしよう。