Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.62.1-17.62.8

スパルタを中心とする反マケドニア同盟の結成

667 / 723 箇所 · ギリシア語

要旨

アルベラでの敗戦とマケドニアの台頭を恐れたギリシアの諸都市は、トラキアの将軍メンノンの反乱に乗じてスパルタ主導の同盟を組み、共同の戦備を整えた。

§17.62.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστοφῶντος ἐν Ῥώμῃ διεδέξαντο τὴν ὑπατικὴν ἀρχὴν Γάιος Δομέττιος καὶ Αὖλος Κορνήλιος.
アテナイでアリストポンがアルコンであったとき、ローマではガイウス・ドミティウスとアウルス・コルネリウスが執政官の職を継いだ。
ἐπὶ δὲ τούτων εἰς τὴν Ἑλλάδα τῆς περὶ Ἄρβηλα μάχης διαδοθείσης πολλαὶ τῶν πόλεων ὑφορώμεναι τὴν αὔξησιν τῶν Μακεδόνων ἔγνωσαν, ἕως ἔτι τὰ Περσῶν πράγματα διαμένει, τῆς ἐλευθερίας ἀντέχεσθαι·
彼らの任期中、アルベラ周辺の戦いの知らせがギリシアに伝わると、多くの都市がマケドニア人の台頭を警戒し、ペルシアの国力が存続している間に自由を守り抜くことを決意した。
§17.62.2βοηθήσειν γὰρ αὐτοῖς Δαρεῖον καὶ χρημάτων τε πλῆθος χορηγήσειν πρὸς τὸ δύνασθαι ξενικὰς μεγάλας δυνάμεις συνίστασθαι καὶ τὸν Ἀλέξανδρον μὴ δυνήσεσθαι διαιρεῖν τὰς δυνάμεις.
というのも、ダレイオスが彼らを援助し、大いなる傭兵部隊を組織できるように多額の資金を提供してくれるであろうし、またアレクサンドロスは自らの軍勢を分散させることができないだろうと考えたからである。
§17.62.3εἰ δὲ περιόψονται τοὺς Πέρσας καταπολεμηθέντας, μονωθήσεσθαι τοὺς Ἕλληνας καὶ μηκέτι δυνήσεσθαι φροντίσαι τῆς ἑαυτῶν ἐλευθερίας.
また、もしペルシア人が征服されるのを黙って見過ごすなら、ギリシア人は孤立し、もはや自分たちの自由を顧みることができなくなるであろうと考えた。
§17.62.4προεκαλέσατο δὲ πρὸς τὴν ἀπόστασιν τοὺς Ἕλληνας καὶ ὁ περὶ τὴν Θρᾴκην νεωτερισμὸς κατὰ τοὺς ὑποκειμένους καιροὺς γενόμενος·
さらに、この時期にトラキア地方で起こった反乱も、ギリシア人たちに反旗を翻すよう促すこととなった。
§17.62.5Μέμνων γὰρ ὁ καθεσταμένος στρατηγὸς τῆς Θρᾴκης, ἔχων δύναμιν καὶ φρονήματος ὢν πλήρης, ἀνέσεισε μὲν τοὺς βαρβάρους, ἀποστάτης δὲ γενόμενος Ἀλεξάνδρου καὶ ταχὺ μεγάλης δυνάμεως κυριεύσας φανερῶς ἀπεκαλύψατο πρὸς τὸν πόλεμον.
トラキアの将軍に任命されていたメンノンは、軍勢を擁し、野心に満ちていたため、一方では蛮族を煽動し、他方ではアレクサンドロスから離反して速やかに大軍を掌握し、公然と戦争の意志をあらわにしたのである。
§17.62.6διόπερ Ἀντίπατρος πᾶσαν ἀναλαβὼν τὴν δύναμιν προῆλθε διὰ Μακεδονίας εἰς Θρᾴκην καὶ διεπολέμει πρὸς τὸν Μέμνονα.
それゆえ、アンティパトロスは全軍を率いてマケドニアを通りトラキアへと進軍し、メンノンと交戦していた。
τούτου δὲ περὶ ταῦτʼ ὄντος οἱ Λακεδαιμόνιοι καιρὸν ἔχειν ὑπολαβόντες τοῦ παρασκευάσασθαι τὰ πρὸς τὸν πόλεμον παρεκάλουν τοὺς Ἕλληνας συμφρονῆσαι περὶ τῆς ἐλευθερίας.
彼がこのことに没頭している間に、ラケダイモン人は戦争の準備をする好機を得たと判断し、ギリシア人たちに自由のために一致協力するよう呼びかけた。
§17.62.7Ἀθηναῖοι μὲν οὖν, παρὰ πάντας τοὺς ἄλλους Ἕλληνας ὑπʼ Ἀλεξάνδρου προτιμώμενοι, τὴν ἡσυχίαν ἦγον·
アテナイ人は、他のすべてのギリシア人以上にアレクサンドロスから重んじられていたため、平静を保っていた。
Πελοποννησίων δʼ οἱ πλείους καὶ τῶν ἄλλων τινὲς συμφρονήσαντες ἀπεγράψαντο πρὸς τὸν πόλεμον καὶ κατὰ δύναμιν τῶν πόλεων καταγράφοντες τῶν νέων τοὺς ἀρίστους κατέλεξαν στρατιώτας πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους.
しかし、ペロポネソス人の大半とその他のいくつかの人々は志を一つにして戦争への参加を表明し、各都市の能力に応じて若者のうち最も優秀な者たちを召集して、歩兵二万人以上、騎兵約二千人の兵士を編成した。
§17.62.8τὴν δʼ ἡγεμονίαν ἔχοντες Λακεδαιμόνιοι πανδημεὶ πρὸς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ὥρμησαν, Ἄγιδος τοῦ βασιλέως τὴν πάντων ἔχοντος ἡγεμονίαν.
指導権を握るラケダイモン人は、王アギスが全軍の指揮権を執る中で、全体の運命をかけた決戦へと国を挙げて赴いた。

語釈・文法注

  1. 17.62.1τῆς ἐλευθερίας ἀντέχεσθαι — 動詞 ἀντέχομαι は属格を支配し、「〜に固執する、しがみつく」転じて「〜を守り抜こうとする」の意。ここではマケドニアの覇権に対し、自国固有の自由(自治権)を堅持しようとする意志を表している。
  2. 17.62.2βοηθήσειν γὰρ αὐτοῖς Δαρεῖον — 前文の決意(ἔγνωσαν)に基づき、彼らの思考内容を伝える間接話法(対格不定詞構文)。後続の χορηγήσειν および μὴ δυνήσεσθαι も、この間接話法の中に並列されている。
  3. 17.62.3εἰ δὲ περιόψονται τοὺς Πέρσας καταπολεμηθέντας — 条件節の中に未来直説法(περιόψονται)が用いられており、強い懸念や現実的な蓋然性を示す。また、περιοράω には分詞(καταπολεμηθέντας)が伴い、「〜が征服されるのを黙視する(傍観する)」という意味になる。
  4. 17.62.8ὑπὲρ τῶν ὅλων κίνδυνον — τὰ ὅλα は「国家の全存在、全体」を指す。したがって、ここでの「全体の生存をかけた危険」とは、国家の命運、あるいは全ギリシアの自由の死活問題をかけた決戦を意味している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.62.1-17.62.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.62.1-17.62.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。