§17.64.1Δαρεῖος μὲν γὰρ ἡττηθεὶς ἐν τῇ περὶ Ἄρβηλα παρατάξει τὴν φυγὴν ἐπὶ τὰς ἄνω σατραπείας ἐποιήσατο, σπεύδων τῷ διαστήματι τῶν τόπων λαβεῖν ἀναστροφὴν καὶ χρόνον ἱκανὸν εἰς παρασκευὴν δυνάμεως.
というのも、ダレイオスはアルベラ付近の会戦で敗れると、土地の距離によって体勢を立て直す機会と、軍勢を整えるための十分な時間を得ようと努めながら、上方のサトラペイアへと逃亡したからである。
τὸ μὲν οὖν πρῶτον εἰς Ἐκβάτανα τῆς Μηδείας διανύσας ἐνταῦθα διέτριβεν καὶ τοὺς μὲν ἐκ τῆς φυγῆς ἀνασωζομένους ἀνεδέχετο, τοὺς δὲ ἀνόπλους καθώπλιζεν.
そこで彼はまず第一にメディアのエクバタナに到着すると、そこに留まり、敗走から生き延びて戻ってくる人々を受け入れ、武器を持たない人々には武装を施した。
§17.64.2μετεπέμπετο δὲ καὶ στρατιώτας ἐκ τῶν πλησιοχώρων ἐθνῶν καὶ πρὸς τοὺς ἐκ Βάκτροις καὶ ταῖς ἄνω σατραπείαις σατράπας καὶ στρατηγοὺς διεπέμπετο, παρακαλῶν διαφυλάττειν τὴν πρὸς αὐτὸν εὔνοιαν.
さらに、彼は近隣の諸民族からも兵士たちを召喚し、バクトリアや上方のサトラペイアにいるサトラップや将軍たちのもとへ使者を送って、自分に対する忠誠を維持するよう求めた。
§17.64.3Ἀλέξανδρος δὲ μετὰ τὴν νίκην θάψας τοὺς τετελευτηκότας ἐπέβαλε τοῖς Ἀρβήλοις καὶ πολλὴν μὲν εὗρεν ἀφθονίαν τῆς τροφῆς, οὐκ ὀλίγον δὲ κόσμον καὶ γάζαν βαρβαρικήν, ἀργυρίου δὲ τάλαντα τρισχίλια.
一方、アレクサンドロスは勝利の後、戦死者たちを埋葬するとアルベラに進軍し、そこで大量の食糧の蓄え、少なからぬ装飾品と異民族の財宝、そして三千タラントの銀を見出した。
συλλογισάμενος δὲ τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τοῦ περιέχοντος ἀέρος διὰ τὸ πλῆθος τῶν νεκρῶν εὐθὺς ἀνέζευξε καὶ κατήντησε μετὰ πάσης τῆς δυνάμεως εἰς Βαβυλῶνα.
しかし、死者の多さゆえに周囲の空気が汚染されるであろうと考え、ただちに軍を移動させ、全軍を率いてバビロンに到着した。
§17.64.4τῶν δʼ ἐγχωρίων προθύμως ὑποδεξαμένων αὐτὸν καὶ κατὰ τὰς ἐπισταθμίας λαμπρῶς ἑστιώντων τοὺς Μακεδόνας ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς προγεγενημένης ταλαιπωρίας.
現地の人々が彼を快く迎え入れ、各宿営地でマケドニア人たちを盛大にもてなしたので、彼はこれまでの労苦から軍隊を回復させた。
πλείους δὲ τῶν τριάκοντα ἡμερῶν ἐνδιέτριψε τῇ πόλει διά τε τὴν δαψίλειαν τῶν ἐπιτηδείων καὶ τὴν φιλοξενίαν τῶν ἐγχωρίων.
そして、生活必需品の豊富さと現地の人々の温かいもてなしのために、彼は三十日以上の間、その都市に滞在した。
§17.64.5μετὰ δὲ ταῦτα τὴν μὲν ἄκραν παρέδωκε τηρεῖν Ἀγάθωνι τῷ Πυδναίῳ, συστήσας αὐτῷ Μακεδόνας στρατιώτας ἑπτακοσίους·
その後、彼は城砦の守備をピュドナ出身のアガトンに委ね、彼にマケドニア人兵士七百人を配属した。
Ἀπολλόδωρον δὲ τὸν Ἀμφιπολίτην καὶ Μένητα τὸν Πελλαῖον ἀπέδειξε στρατηγοὺς τῆς τε Βαβυλῶνος καὶ τῶν σατραπειῶν μέχρι Κιλικίας, δοὺς δὲ αὐτοῖς ἀργυρίου τάλαντα χίλια προσέταξε ξενολογεῖν στρατιώτας ὡς πλείστους.
また、アンフィポリス出身のアポロドロスとペラ出身のメネスを、バビロンおよびキリキアに至る諸サトラペイアの将軍に任命し、彼らに銀一千タラントを与えて、できるだけ多くの兵士を募集するよう命じた。
§17.64.6Μιθρίνῃ δὲ τῷ παραδόντι τὴν ἐν Σάρδεσιν ἄκραν Ἀρμενίαν ἔδωκεν.
サルディスにある城砦を引き渡したミトリネスには、アルメニアを与えた。
ἐκ δὲ τῶν ληφθέντων χρημάτων τῶν μὲν ἱππέων τῶν Μακεδόνων ἑκάστῳ ἓξ μνᾶς ἐδωρήσατο, τῶν δὲ συμμάχων πέντε, τῶν δʼ ἐκ τῆς φάλαγγος Μακεδόνων δύο, τοὺς δὲ ξένους διμήνου μισθοφοραῖς ἐτίμησε πάντας.
そして、獲得した資金の中から、マケドニア人の騎兵それぞれに六ミナ、同盟軍の騎兵に五ミナ、ファランクスのマケドニア人に二ミナを贈り、傭兵たち全員には二ヶ月分の給与を与えて報いた。