§17.54.1περὶ δὲ διαλύσεως καὶ πρότερον μὲν ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀλέξανδρον, ἐκχωρῶν αὐτῷ τῆς ἐντὸς Ἅλυος ποταμοῦ χώρας, καὶ προσεπηγγέλλετο δώσειν ἀργυρίου τάλαντα δισμύρια.
和議について、彼は以前にもアレクサンドロスのもとへ使節を派遣し、ハリュス川の内側の土地を彼に割譲し、さらに銀二万タラントンを与えることを約束していた。
§17.54.2ὡς δʼ οὐ προσεῖχεν αὐτῷ, πάλιν ἐξέπεμψεν ἄλλους πρέσβεις, ἐπαινῶν μὲν αὐτὸν ἐπὶ τῷ καλῶς κεχρῆσθαι τῇ τε μητρὶ καὶ τοῖς ἄλλοις αἰχμαλώτοις, ἀξιῶν δὲ φίλον γενέσθαι καὶ λαβεῖν τὴν ἐντὸς Εὐφράτου χώραν καὶ τάλαντʼ ἀργυρίου τρισμύρια καὶ τὴν ἑτέραν τῶν ἑαυτοῦ θυγατέρων γυναῖκα, καθόλου δὲ γενόμενον γαμβρὸν καὶ τάξιν υἱοῦ λαβόντα καθάπερ κοινωνὸν γενέσθαι τῆς ὅλης βασιλείας.
しかし彼がこれに耳を貸さなかったので、再び別の使節を派遣し、一方で彼が母や他の捕虜たちに対して親切に接したことを称賛し、他方で友人となり、ユーフラテス川の内側の土地と銀三万タラントン、および自分の娘の一人を妻として受け入れるよう、そして総じて、彼の婿となり息子の立場を得て、全王国の共同統治者になるよう求めた。
§17.54.3ὁ δʼ Ἀλέξανδρος εἰς τὸ συνέδριον παραλαβὼν πάντας τοὺς φίλους καὶ περὶ τῶν προτιθεμένων αἱρέσεων ἀνακοινωσάμενος ἠξίου τὴν ἰδίαν γνώμην ἕκαστον μετὰ παρρησίας ἀποφήνασθαι.
アレクサンドロスは、すべての友人たちを会議に招き、提示された条件について協議した上で、各自が率直に自分の意見を述べるよう求めた。
§17.54.4τῶν μὲν οὖν ἄλλων οὐδεὶς ἐτόλμα συμβουλεῦσαι διὰ τὸ μέγεθος τῆς ὑποκειμένης ζητήσεως, Παρμενίων δὲ πρῶτος εἶπεν, ἐγὼ μὲν ὢν Ἀλέξανδρος ἔλαβον ἂν τὰ διδόμενα καὶ τὴν σύνθεσιν ἐποιησάμην.
他の者たちは、提起された問題の重大さのゆえに、誰もあえて助言しようとはしなかったが、パルメニオンが最初に言った。 「私なら、アレクサンドロスであったなら、与えられるものを受け入れ、和議を結んだでしょう」。
§17.54.5ὁ δʼ Ἀλέξανδρος ὑπολαβὼν εἶπεν, κἀγὼ εἰ Παρμενίων ἦν ἔλαβον ἄν.
するとアレクサンドロスは言葉を返して言った。 「私も、もしパルメニオンであったなら受け入れただろう」。
καθόλου δὲ καὶ ἄλλοις μεγαλοψύχοις λόγοις χρησάμενος καὶ τοὺς μὲν λόγους τῶν Περσῶν ἀποδοκιμάσας, προτιμήσας δὲ τὴν εὐδοξίαν τῶν προτεινομένων δωρεῶν τοῖς μὲν πρέσβεσιν ἀπόκρισιν ἔδωκεν ὡς οὔθʼ ὁ κόσμος δυεῖν ἡλίων ὄντων τηρῆσαι δύναιτʼ ἂν τὴν ἰδίαν διακόσμησίν τε καὶ τάξιν οὔθʼ ἡ οἰκουμένη δύο βασιλέων ἐχόντων τὴν ἡγεμονίαν ἀταράχως καὶ ἀστασιάστως διαμένειν ἂν δύναιτο.
そして、全体として他の気高い言葉を用い、ペルシア人たちの提案を退け、提示された贈り物よりも名誉を重んじて、使節たちに次のように回答した。 「宇宙に二つの太陽があるならば、宇宙がそれ自身の秩序と配列を維持することができないのと同様に、二人の王が支配権を持つならば、居住世界が混乱も紛争もなく存続することはできないであろう」。
§17.54.6διόπερ ἀπαγγέλλειν αὐτοὺς ἐκέλευσε τῷ Δαρείῳ, εἰ μὲν τῶν πρωτείων ὀρέγεται, διαμάχεσθαι πρὸς αὐτὸν περὶ τῆς τῶν ὅλων μοναρχίας·
それゆえ彼は使節たちに、ダレイオスに次のように伝えるよう命じた。 もし彼が第一の地位を熱望するならば、全世界の君主権をめぐって自分と戦い抜くべきである。
εἰ δὲ δόξης καταφρονῶν προκρίνει τὴν λυσιτέλειαν καὶ τὴν ἐκ τῆς ῥᾳστώνης τρυφήν, αὐτὸς μὲν Ἀλεξάνδρῳ ποιείτω τὰ προσταττόμενα, ἄλλων δὲ ἄρχων βασιλευέτω, συγχωρουμένης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τῆς Ἀλεξάνδρου χρηστότητος.
しかし、もし名誉を軽んじて実利と安逸から生じる贅沢を重んじるならば、彼自身はアレクサンドロスの命令に従い、他の者たちを治める王として、アレクサンドロスの寛大さによってその支配権を許されるべきである、と。
§17.54.7τὸ δὲ συνέδριον διαλύσας καὶ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν.
会議を解散し、軍勢を率いて、彼は敵の陣営へと進軍した。
ἅμα δὲ τούτοις πραττομένοις τῆς τοῦ Δαρείου γυναικὸς ἀποθανούσης ὁ Ἀλέξανδρος ἔθαψεν αὐτὴν μεγαλοπρεπῶς.
これらが行われているのと同時に、ダレイオスの妻が亡くなり、アレクサンドロスは彼女を盛大に埋葬した。