§17.53.1Δαρεῖος δὲ πυθόμενος αὐτοῦ τὴν παρουσίαν συνηθροίκει μὲν τὰς πανταχόθεν δυνάμεις καὶ πάντα τὰ πρὸς τὴν παράταξιν χρήσιμα κατεσκεύαστο.
ダレイオスは彼の到来を知ると、各地から軍勢をかき集めていた一方、会戦に役立つあらゆるものを準備していた。
τὰ μὲν γὰρ ξίφη καὶ τὰ ξυστὰ πολὺ μείζω τῶν προγεγενημένων ἐποίησε διὰ τὸ δοκεῖν διὰ τούτων πολλὰ τὸν Ἀλέξανδρον ἐν τῇ περὶ Κιλικίαν μάχῃ πεπλεονεκτηκέναι·
というのも、剣や長槍を以前のものより遥かに大きく作らせたが、それは、アレクサンドロスがキリキア近郊の戦いにおいて、これらによって多くの優位を得たように思われたからである。
κατεσκεύασε δὲ καὶ ἅρματα δρεπανηφόρα διακόσια πρὸς κατάπληξιν καὶ φόβον τῶν πολεμίων εὐθέτως ἐπινενοημένα.
また、敵に驚愕と恐怖を与えるために効果的に考案された、二百台の鎌付き戦車も製造させた。
§17.53.2τούτων γὰρ ἑκάστου παρʼ ἑκάτερον τῶν σειροφόρων ἵππων ἐξέκειτο προσηλωμένα τῷ ζυγῷ ξύστρα παραμήκη τρισπίθαμα, τὴν ἐπιστροφὴν τῆς ἀκμῆς ἔχοντα πρὸς τὴν κατὰ πρόσωπον ἐπιφάνειαν, πρὸς δὲ ταῖς κατακλείσεσι τῶν ἀξόνων ἐπʼ εὐθείας ἄλλα δύο, τὴν μὲν τομὴν ὁμοίαν ἔχοντα πρὸς τὴν κατὰ πρόσωπον ἐπιφάνειαν τοῖς προτέροις, τὸ δὲ μῆκος μείζω καὶ πλατύτερα·
すなわち、これら(の戦車)の各々において、軛に釘で固定されて、外側の各引き馬の傍らに、三スピタメの長さのある非常に長い突き出た刃が、刃先を正面の方向に向けて突き出ていた。 また、車軸の留め具のところには直線状に他の二つの刃が突き出ており、それらは刃の向きにおいて先の刃と同様に正面に向けられていたが、長さにおいてはより長く、また幅広かった。
συνήρμοστο δὲ ταῖς τούτων ἀρχαῖς δρέπανα.
そして、これら(の刃)の先端には鎌が取り付けられていた。
§17.53.3πᾶσαν δὲ τὴν δύναμιν ἔν τε ὅπλοις ἐπισήμοις καὶ ἡγεμόνων ἀρεταῖς κοσμήσας ἀνέζευξεν ἐκ τῆς Βαβυλῶνος ἔχων πεζοὺς μὲν περὶ ὀγδοήκοντα μυριάδας, ἱππεῖς δὲ οὐκ ἐλάττους τῶν εἴκοσι μυριάδων.
全軍を華麗な武具と指揮官たちの卓越性によって整え終えると、彼は歩兵約八十万人、騎兵二十万人を下回らない数を率いて、バビロンから出発した。
κατὰ δὲ τὴν ὁδοιπορίαν δεξιὸν μὲν ἔχων τὸν Τίγριν, ἀριστερὸν δὲ τὸν Εὐφράτην προῄει διὰ χώρας εὐδαίμονος καὶ δυναμένης τοῖς κτήνεσι δαψιλῆ χορτάσματα παρασχέσθαι, τῷ δὲ πλήθει τῶν στρατιωτῶν ἱκανὰς τροφὰς χορηγῆσαι.
行軍の途上、彼はチグリス川を右手に、ユーフラテス川を左手にして、家畜に豊かな草を提供でき、兵士たちの多大なる軍勢に十分な食糧を供給できる豊かな土地を通って進んだ。
§17.53.4ἔσπευδε γὰρ περὶ τὴν Νίνον ποιήσασθαι τὴν παράταξιν, εὐθετωτάτων ὄντων τῶν περὶ αὐτὴν πεδίων καὶ πολλὴν εὐρυχωρίαν παρεχομένων τῷ μεγέθει τῶν ἠθροισμένων ὑπʼ αὐτοῦ δυνάμεων.
というのも、彼はニノス周辺で会戦を行うことを望んでいたからであり、そこは周辺の平原が極めて平坦であり、彼が集めた軍勢の規模に対して十分な広さを提供していたからである。
καταστρατοπεδεύσας δὲ περὶ κώμην τὴν ὀνομαζομένην Ἄρβηλα τὰς δυνάμεις ἐνταῦθα καθʼ ἡμέραν ἐξέταττε καὶ τῇ συνεχεῖ διατάξει καὶ μελέτῃ κατεσκεύασεν εὐπειθεῖς·
アルベラと呼ばれる村の近くに布陣すると、彼はそこで軍勢を毎日訓練し、絶え間ない陣形訓練と練習によって従順なもの(規律の取れたもの)にした。
σφόδρα γὰρ ἠγωνία μήποτε πολλῶν καὶ ἀσυμφώνων ἐθνῶν ἠθροισμένων ταῖς διαλέκτοις ταραχή τις γένηται κατὰ τὴν παράταξιν.
実際、彼は、言葉の通じない多くの民族が集められていることで、会戦の最中に何らかの混乱が生じはしないかと非常に懸念していたのである。