§17.45.1ἀνυπερβλήτου δὲ τῆς ἐκπλήξεως οὔσης καὶ τῆς ἐν τοῖς ἀγῶσι δεινότητος ἀνυποστάτου γινομένης οὐδʼ ὣς ἔληγον τῆς τόλμης οἱ Μακεδόνες, ἀλλὰ τοὺς ἀεὶ πίπτοντας ὑπερβαίνοντες οὐκ ἐνουθετοῦντο ταῖς τῶν ἄλλων συμφοραῖς.
恐怖は克服しがたく、戦闘における惨状は耐えがたいものであったが、それでもマケドニア兵たちはその果敢さを失わず、むしろ次々と倒れゆく者たちを乗り越えて進み、他者の災厄に怯んで思いとどまることはなかった。
§17.45.2ὁ δʼ Ἀλέξανδρος ἐπιστήσας ἐπὶ τοὺς ἁρμόζοντας τόπους τοὺς πετροβόλους καταπέλτας καὶ λίθους μεγάλους ἀφιεὶς ἐσάλευε τὰ τείχη, τοῖς δʼ ὀξυβελέσιν ἀπὸ τῶν πύργων τῶν ξυλίνων ἐκβάλλων βελῶν παντοδαπῶν πλῆθος δεινῶς κατετίτρωσκε τοὺς ἐφεστῶτας τοῖς τείχεσιν.
アレクサンドロスは、適した場所に投石カタパルトを配置して巨大な石を放ち、城壁を揺るがした。 また、木製の塔の上から、投矢機を用いてあらゆる種類の無数の飛び道具を射出し、城壁の上に立つ者たちにひどい負傷を負わせた。
§17.45.3ἀντιμηχανώμενοι δὲ πρὸς ταῦτα οἱ Τύριοι πρὸ μὲν τῶν τειχῶν μαρμαρίνους τροχοὺς ἵστανον καὶ διά τινων ὀργάνων τούτους δινεύοντες τὰ φερόμενα βέλη καταπελτικὰ συνέτριβον καὶ εἰς τὰ πλάγια μέρη παράγοντες ἀπράκτους ἐποίουν τὰς τῶν ἀφιεμένων πληγάς.
これに対抗してティロス人たちは、城壁の手前に大理石の車輪を設置し、ある種の装置によってこれを回転させることで、飛来するカタパルトの飛び道具を粉砕し、またそれらを側方に受け流すことで、放たれた一撃の威力を無効にした。
§17.45.4πρὸσδὲ τούτοις βύρσας καὶ διπλᾶς διφθέρας πεφυκωμένας καταράπτοντες εἰς ταύτας ἀπεδέχοντο τὰς ἀπὸ τῶν πετροβόλων πληγάς·
さらに彼らは、海藻を詰めた獣皮や二重の革袋を縫い合わせ、これらで投石機からの打撃を受け止めた。
καὶ μαλακῆς τῆς ἐνδόσεως γινομένης ἐξελύετο τῶν φερομένων πετρῶν ἡ βία.
このようにクッションが柔らかく沈み込むため、飛んでくる石の衝撃は和らげられた。
§17.45.5καθόλου δὲ οἱ Τύριοι πάντα τρόπον εὐρώστως ἀμυνόμενοι καὶ κατευποροῦντες τοῖς βοηθήμασι κατεθάρρησαν τῶν πολεμίων καὶ τὸ τεῖχος καὶ τὰς ἐντὸς τῶν πύργων στάσεις ἀπολιπόντες ἐπʼ αὐτὰς ὠθοῦντο τὰς ἐπιβάθρας καὶ ταῖς τῶν πολεμίων ἀνδραγαθίαις ἀντέταττον τὰς ἑαυτῶν ἀρετάς.
総じてティロス人たちは、あらゆる方法で力強く防戦し、防衛手段を十二分に備えていたため、敵に対して大いに勇気を奮い起こし、城壁や塔の中の守備位置を離れて、掛け橋そのものへと突撃し、敵の武勇に自らの勇気を対抗させた。
§17.45.6διὸ καὶ συμπλεκόμενοι τοῖς πολεμίοις καὶ τὴν μάχην ἐκ χειρὸς συνιστάμενοι μέγαν ἀγῶνα τὸν ὑπὲρ τῆς πατρίδος συνίσταντο καί τινες πελέκεσι τῶν ἀπαντώντων τὸ προσπεσὸν μέρος τοῦ σώματος ἀπέκοπτον·
それゆえ彼らは敵と組み合い、白兵戦を交えて、祖国のために壮絶な闘いを繰り広げた。 ある者たちは戦斧を用い、立ち向かってくる敵の身体の当たる部分を切り落とした。
ἔνθα δὴ τῶν παρὰ τοῖς Μακεδόσιν ἡγεμόνων τις, ὄνομα μὲν Ἄδμητος, διαφέρων δὲ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ, τεθαρρηκὼς τὴν βίαν τῶν Τυρίων ὑπέστη καὶ πληγεὶς πελέκει μέσην τὴν κεφαλὴν παραχρῆμα κατέστρεψε τὸν βίον ἡρωικῶς.
まさにその時、マケドニア側の隊長の一人で、アドメトスという名を持ち、勇気と肉体の強靭さにおいて傑出した人物が、果敢にもティロス人の猛勢に立ち向かったが、戦斧で脳天を叩き割られ、その場で英雄的な最期を遂げた。
§17.45.7ὁ δʼ Ἀλέξανδρος ὁρῶν τῇ μάχῃ κατισχυομένους τοὺς Μακεδόνας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας νυκτὸς ἤδη γενομένης.
アレクサンドロスは、マケドニア兵が苦戦を強いられているのを見て、すでに夜になっていたこともあり、ラッパを吹かせて兵士たちを引き揚げさせた。
καὶ τὸ μὲν πρῶτον ἔκρινε λῦσαι τὴν πολιορκίαν καὶ τὴν στρατείαν ἐπὶ τὴν Αἴγυπτον ποιεῖσθαι·
そして当初は包囲を解いてエジプト遠征へと向かうことを決意した。
μετανοήσας δὲ πάλιν καὶ νομίσας αἰσχρὸν εἶναι παραχωρῆσαι Τυρίοις τῆς κατὰ τὴν πολιορκίαν δόξης καὶ τῶν φίλων ἕνα μόνον ὁμογνωμονοῦντα λαβὼν Ἀμύνταν τὸν Ἀνδρομένους πάλιν πρὸς τὴν πολιορκίαν ἐτρέπετο.
しかし再び考え直し、この包囲戦における名声をティロス人に明け渡すのは不名誉であると考え、友人たちの中で唯一自分と同意見であった、アンドロメネスの子アミュンタスだけを味方として、再び包囲戦へと立ち戻った。