§17.41.1οἱ δὲ Τύριοι τὸ μὲν πρῶτον προσπλέοντες τῷ χώματι κατεγέλων τοῦ βασιλέως, εἰ τοῦ Ποσειδῶνος ἑαυτὸν δοκεῖ περιέσεσθαι·
ティロスの人々は、最初は土手に船で近づいて、王が自分がポセイドンに打ち勝つことができると思っているのか、と嘲笑していた。
μετὰ δὲ ταῦτα παραδόξως τοῦ χώματος αὐξομένου τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας εἰς Καρχηδόνα διακομίζειν ἐψηφίσαντο, τοὺς δʼ ἀκμάζοντας ταῖς ἡλικίαις ἐπέλεξαν πρὸς τὴν τειχομαχίαν καὶ ναυμαχίαν ἑτοίμως παρεσκεύαζον, ἔχοντες τριήρεις ὀγδοήκοντα.
しかしその後、土手が予想に反して伸長するにつれて、子どもたちや妻たち、また老人たちをカルタゴへ避難させることを決議し、一方で、働き盛りの年齢の者たちを城壁戦のために選抜し、八十隻の三段櫂船を擁して海戦の準備を速やかに整えていた。
§17.41.2τέλος δὲ τῶν τέκνων καὶ γυναικῶν μέρος μὲν ἔφθασαν ὑπεκθέμενοι πρὸς τοὺς Καρχηδονίους, καταταχούμενοι δʼ ὑπὸ τῆς πολυχειρίας καὶ ταῖς ναυσὶν οὐκ ὄντες ἀξιόμαχοι συνηναγκάσθησαν ὑπομεῖναι πανδημεὶ τὴν πολιορκίαν.
ついに、彼らは子どもたちと妻たちの一部を先んじてカルタゴ人のもとへ避難させることに成功したが、多大な人手による急速な進捗に追いつめられ、また船の戦闘力が十分でなかったため、住民総出で包囲戦に耐えることを余儀なくされた。
§17.41.3ἔχοντες δὲ πολλὴν δαψίλειαν καταπελτῶν καὶ τῶν ἄλλων μηχανῶν τῶν πρὸς πολιορκίαν χρησίμων ἑτέρας πολλαπλασίους κατεσκεύασαν ῥᾳδίως διὰ τῶν ἐν τῇ Τύρῳ μηχανοποιῶν καὶ τῶν ἄλλων τεχνιτῶν παντοδαπῶν ὄντων.
彼らはカタパルトやその他の包囲戦に有用な兵器を豊富に所有していたが、ティロス市内にいた兵器製造者やその他のあらゆる種類の職人たちのおかげで、容易にその数倍もの兵器を新たに製造した。
§17.41.4διὰ δὲ τούτων ὀργάνων παντοδαπῶν καὶ ξένων ταῖς ἐπινοίαις κατασκευαζομένων ἅπας μὲν ὁ περίβολος τῆς πόλεως ἐπληρώθη τῶν μηχανῶν, μάλιστα δὲ κατὰ τὸν τόπον τοῦτον ἐν ᾧ τὸ χῶμα συνήγγιζε τῷ τείχει.
これらの者たちによって、あらゆる種類の、そして考案において斬新な兵器が製造されたため、都市の全周壁はこれらの兵器で満たされたが、特に土手が城壁に接近していたあの場所においてそうであった。
§17.41.5ὡς δʼ εἰς τὴν ἄφεσιν τοῦ βέλους διέτεινε τὸ κατασκευαζόμενον ὑπὸ τῶν Μακεδόνων ἔργον, καὶ παρὰ τῶν θεῶν τινα προεσημαίνετο τοῖς κινδυνεύουσιν.
マケドニア人によって建設されていた構造物が射程に達すると、まさにその時、神々からも危険に瀕している者たちにいくつかの予兆が示された。
ἐκ μὲν γὰρ τοῦ πελάγους ὁ κλύδων προσεπέλασε τοῖς ἔργοις κῆτος ἄπιστον τὸ μέγεθος, ὃ προσπεσὸν τῷ χώματι κακὸν μὲν οὐδὲν εἰργάσατο, τῷ δʼ ἑτέρῳ μέρει τοῦ σώματος προσανακεκλιμένον ἐπὶ πολὺν χρόνον ἔμενε καὶ πολλὴν κατάπληξιν παρείχετο τοῖς θεωμένοις τὸ παράδοξον,
というのも、海から波が信じがたい大きさの海獣を構造物へと運び寄せ、それは土手にぶつかったものの、何の害も及ぼさず、体の片側をもたれかけさせたまま長い時間留まり、その奇妙な光景を目撃した者たちに多大な驚愕を与えたからである。
§17.41.6πάλιν δʼ εἰς τὸ πέλαγος νηξάμενον εἰς δεισιδαιμονίαν ἀμφοτέρους προηγάγετο·
そして再び海へと泳ぎ去ると、双方に迷信的な恐れを抱かせることになった。
ἑκάτεροι γὰρ ὡς τοῦ Ποσειδῶνος αὐτοῖς βοηθήσειν μέλλοντος διέκρινον τὸ σημεῖον, ῥέποντες ταῖς γνώμαις πρὸς τὸ ἴδιον συμφέρον.
というのも、双方が、ポセイドンが自分たちを助けようとしてくれているのだとこの予兆を解釈し、自分たちの都合の良いように考えを傾けたからである。
§17.41.7ἐγίνετο δὲ καὶ ἄλλα σημεῖα παράδοξα, δυνάμενα διατροπὴν καὶ φόβον τοῖς ὄχλοις παρασχέσθαι.
ほかにも、群衆に動揺と恐怖をもたらすような、奇妙な予兆がいくつか起こった。
κατὰ γὰρ τὰς τροφὰς παρὰ τοῖς Μακεδόσιν οἱ διακλώμενοι τῶν ἄρτων αἱματοειδῆ τὴν πρόσοψιν εἶχον.
マケドニア人たちの食事の際、ちぎられたパンが血のような見た目を呈したのである。
ἑωρακέναι δέ τις ἔφησεν ὄψιν καθʼ ἣν ὁ Ἀπόλλων ἔλεγε μέλλειν ἑαυτὸν ἐκλιπεῖν τὴν πόλιν.
またある者は、アポロンが自分はこの都市を去るつもりであると告げる幻影を見たと主張した。
§17.41.8τοῦ δὲ πλήθους ὑπονοήσαντος ὅτι πεπλακὼς εἴη τὸν λόγον χαριζόμενος Ἀλεξάνδρῳ καὶ διὰ τοῦτο τῶν νεωτέρων ὁρμησάντων ἐπὶ τὸ λιθοβολῆσαι τὸν ἄνθρωπον οὗτος μὲν διὰ τῶν ἀρχόντων ἐκκλαπεὶς καὶ καταφυγὼν εἰς τὸ τοῦ Ἡρακλέους ἱερὸν διέφυγε τὴν τιμωρίαν διὰ τὴν ἱκεσίαν, οἱ δὲ Τύριοι δεισιδαιμονήσαντες χρυσαῖς σειραῖς προσέδησαν τὸ τοῦ Ἀπόλλωνος ξόανον τῇ βάσει, ἐμποδίζοντες, ὡς ᾤοντο, τοῦ θεοῦ τὸν ἐκ τῆς πόλεως χωρισμόν.
しかし、民衆が、その男はアレクサンドロスに取り入るためにその話をでっち上げたのではないかと疑い、そのために若者たちがその男に石を投げつけようと殺到したため、この男は役人たちによって密かに連れ出され、ヘラクレスの神殿に逃げ込んで、哀願者としての保護によって処罰を免れた。 一方、ティロス人たちは不吉な予感にとらわれ、アポロンの木像を黄金の鎖で台座に縛り付け、彼らが考えたところによれば、神が都市から立ち去るのを防ごうとした。