§17.37.1τῶν δὲ βασιλέων Δαρεῖος μὲν κατὰ κράτος ἡττημένος εἰς φυγὴν ὥρμησεν καὶ μεταλαμβάνων ἄλλον ἐξ ἄλλου τῶν ἀρίστων ἵππων κατὰ κράτος ἤλαυνε, διαφυγεῖν σπεύδων τὰς Ἀλεξάνδρου χεῖρας καὶ τῶν ἄνω σατραπειῶν ἅψασθαι προαιρούμενος·
二人の王のうち、ダレイオスは完膚なきまでに打ち負かされて逃走へと向かい、最良の馬を次から次へと乗り換えながら全速力で馬を走らせた。 アレクサンドロスの手から逃れることを急ぎ、上方のサトラペイアに到達することを選んだからである。
§17.37.2Ἀλέξανδρος δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ἄλλων ἀρίστων ἱππέων ἐποιεῖτο τὸν διωγμόν, σπεύδων ἐγκρατὴς γενέσθαι τοῦ Δαρείου.
一方、アレクサンドロスはヘタイロイの騎兵やその他の最良の騎兵たちとともに追撃を行い、ダレイオスを捕らえることを急いだ。
διανύσας δὲ σταδίους διακοσίους ἀνέκαμψεν εἰς τὴν παρεμβολὴν περὶ μέσας νύκτας, τοῖς δὲ λουτροῖς θεραπεύσας τὸν ἐκ τῆς κακοπαθείας κόπον ἐτρέπετο πρὸς ἄνεσιν καὶ δειπνοποιίαν.
しかし、二百スタディオンを進んだところで、真夜中頃に陣営へと引き返し、入浴によって苦労から生じた疲労を癒やすと、休息と食事へと向かった。
§17.37.3πρὸς δὲ τὴν γυναῖκα καὶ τὴν μητέρα τοῦ Δαρείου προσελθών τις ἀπήγγειλεν ὅτι πάρεστιν Ἀλέξανδρος ἀπὸ τοῦ διωγμοῦ, τὸν Δαρεῖον ἐσκυλευκώς.
その時、ある者がダレイオスの妻と母のもとに来て、アレクサンドロスがダレイオスの武具を剥ぎ取って追撃から戻ったと告げた。
ἔνθα δὴ κραυγῆς μεγάλης καὶ κλαυθμοῦ περὶ τὰς γυναῖκας γενομένου καὶ τοῦ πλήθους τῶν αἰχμαλώτων διὰ τὴν ἀπαγγελίαν συμπενθοῦντος καὶ πολὺν ὀδυρμὸν προϊεμένου, πυθόμενος ὁ βασιλεὺς τὸ περὶ τὰς γυναῖκας πάθος ἐξέπεμψεν ἕνα τῶν φίλων Λεοννάτον καταπαύσοντα τὴν ταραχὴν καὶ παραμυθησόμενον τὰς περὶ τὴν Σισύγγαμβριν καὶ δηλώσοντα διότι Δαρεῖος μὲν ζῇ, ὁ δʼ Ἀλέξανδρος ἐπιμέλειαν αὐτῶν ποιήσεται τὴν προσήκουσαν καὶ διότι πρῲ βούλεται προσαγορεῦσαί τε αὐτὰς καὶ διὰ τῶν ἔργων ἀποδείξασθαι τὴν ἰδίαν φιλανθρωπίαν.
そこで、女性たちの間で大いなる叫びと泣き声が起こり、捕虜たちの群衆もその報告のために共に悲しみ、激しい嘆きを漏らした。 王は女性たちのこの悲痛な様子を知ると、友人の一人であるレオンナトスを送り出し、混乱を鎮め、シスュガンブリスら女性たちを慰めさせ、さらに、ダレイオスは生存しており、アレクサンドロスは彼女たちに対してふさわしい配慮を尽くすつもりであること、また、朝になれば彼女たちに挨拶をし、実際の行動によって自らの人間愛を示したいと望んでいることを伝えさせた。
§17.37.4αἱ μὲν οὖν αἰχμαλωτίδες προσπεσούσης αὐταῖς παραδόξου καὶ παντελῶς ἀπηλπισμένης εὐτυχίας τόν τε Ἀλέξανδρον ὡς θεὸν προσεδέξαντο καὶ τῶν ὀδυρμῶν ἀπηλλάγησαν.
こうして捕虜の女性たちは、思いがけず、完全に諦めかけていた幸運が訪れたため、アレクサンドロスを神のように迎え、嘆きから解放された。
§17.37.5ὁ δὲ βασιλεὺς ἅμʼ ἡμέρᾳ λαβὼν ἕνα τῶν φίλων τὸν μάλιστα τιμώμενον Ἡφαιστίωνα παρῆλθε πρὸς τὰς γυναῖκας.
王は夜が明けると、最も重んじていた友人の一人であるヘファイスティオンを伴って、女性たちのもとへと入った。
ἐχόντων δʼ ἀμφοτέρων ἐσθῆτας μὲν ὁμοίας, τῷ μεγέθει δὲ καὶ κάλλει προέχοντος τοῦ Ἡφαιστίωνος ἡ Σισύγγαμβρις τοῦτον ὑπολαβοῦσα εἶναι τὸν βασιλέα προσεκύνησεν·
二人が同様の衣服を身に着けていた一方で、ヘファイスティオンの方が体格と美しさにおいて勝っていたため、シスュガンブリスは彼を王であると思い込んでひれ伏して礼拝した。
διανευόντων δʼ αὐτῇ τῶν παρεστώτων καὶ τῇ χειρὶ δεικνύντων τὸν Ἀλέξανδρον ἡ μὲν Σισύγγαμβρις αἰδεσθεῖσα τὴν ἄγνοιαν πάλιν ἐξ ἀρχῆς προσεκύνει τὸν Ἀλέξανδρον,
しかし、傍らに立っていた者たちが彼女に目配せをし、手でアレクサンドロスを指し示すと、シスュガンブリスは己の誤認を恥じて、改めて最初からアレクサンドロスに向かってひれ伏して礼拝した。
§17.37.6ὁ δὲ βασιλεὺς ὑπολαβὼν εἶπεν μηδὲν φροντίσῃς, ὦ μῆτερ·
すると王はこれを受けて言った。 「お気になさるな、お母上。
καὶ γὰρ καὶ οὗτος Ἀλέξανδρός ἐστιν.
なぜなら、この者もまたアレクサンドロスなのだから」。
οὐ μὴν ἀλλὰ τὴν πρεσβῦτιν μητέρα προσαγορεύσας διὰ τῆς φιλανθρωποτάτης προσηγορίας προεσήμαινε τοῖς προητυχηκόσι τὴν μέλλουσαν ἔσεσθαι φιλανθρωπίαν.
そればかりか、この年老いた母親をこの上なく情け深い呼び名で呼ぶことによって、不運に遭遇した彼女たちに、これから施されるであろう慈悲をあらかじめ示したのである。
διαβεβαιωσάμενος δʼ αὐτὴν ὑπάρξειν δευτέραν μητέρα τοῖς ἔργοις εὐθὺς ἐκύρωσε τὴν διὰ τῶν λόγων ἐπαγγελίαν.
そして、彼女が自分にとって第二の母親となるであろうと請け合うと、言葉による約束を実際の行動によって直ちに裏付けた。