§17.32.1ἡ δὲ μήτηρ τοῦ βασιλέως ἔγραψε πρὸς τὸν Ἀλέξανδρον τά τε ἄλλα τῶν χρησίμων καὶ διότι φυλάξασθαι προσήκει τὸν Λυγκηστὴν Ἀλέξανδρον.
王の母はアレクサンドロスに対し、他の有益な助言とともに、リュンケスティスのアレクサンドロスを警戒すべきであることを手紙で書き送った。
οὗτος δʼ ὢν ἀνδρείᾳ διάφορος καὶ φρονήματος πλήρης καὶ συμπαρακολουθῶν τῷ βασιλεῖ μετὰ τῶν ἄλλων φίλων ἐπιστεύετο.
この男は、勇気において抜きんでており、野心に満ち、他の側近たちとともに王に同行していたため、信用されていた。
§17.32.2πολλῶν δὲ καὶ ἄλλων εὐλόγων συνδραμόντων πρὸς ταύτην τὴν διαβολὴν συλληφθεὶς καὶ δεθεὶς εἰς φυλακὴν παρεδόθη, ὡς τευξόμενος δικαστηρίου.
しかし、この告発に多くの他の合理的な状況が重なったため、彼は逮捕されて縛られ、裁判を受ける身として監獄に引き渡された。
ὁ δὲ Ἀλέξανδρος πυθόμενος τὸν Δαρεῖον ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν Παρμενίωνα μὲν μετὰ τῆς δυνάμεως ἀπέστειλεν προκαταληψόμενον τὰς παρόδους καὶ τὰς ὀνομαζομένας Πύλας·
一方、アレクサンドロスはダレイオスが数日行程の距離に迫っていることを知ると、パルメニオンを軍勢とともに派遣し、あらかじめ通路と「門」と呼ばれる場所を占拠させようとした。
οὗτος δʼ ἐπιβαλὼν τοῖς τόποις καὶ τοὺς προκατειληφότας τὰς δυσχωρίας βαρβάρους βιασάμενος κύριος ἐγένετο τῶν παρόδων.
パルメニオンはその場所に到着すると、その難所をあらかじめ占拠していたバルバロイを撃退して通路を支配下に置いた。
§17.32.3Δαρεῖος δὲ βουλόμενος εὔζωνον ποιῆσαι τὴν δύναμιν τὰ μὲν σκευοφόρα καὶ τὸν περιττὸν ὄχλον εἰς Δαμασκὸν τῆς Συρίας ἀπέθετο, τὸν δʼ Ἀλέξανδρον πυθόμενος τὰς δυσχωρίας προκατειληφέναι καὶ νομίσας αὐτὸν μὴ τολμᾶν ἐν τῷ πεδίῳ διαγωνίζεσθαι προῆγεν ἐπʼ αὐτὸν σύντομον τὴν ὁδοιπορίαν ποιούμενος.
ダレイオスは、軍勢を身軽にすることを望み、輜重や余計な群衆をシリアのダマスコスに預けた。 しかし、アレクサンドロスが難所をあらかじめ占拠したことを知り、彼が平野で決戦を挑む勇気がないものと考えて、急行軍を行いながら彼に向かって進軍した。
§17.32.4οἱ δʼ ἐγχώριοι τῆς μὲν τῶν Μακεδόνων ὀλιγότητος καταφρονήσαντες, τὸ δὲ πλῆθος τῆς τῶν Περσῶν στρατιᾶς καταπεπληγμένοι καταλιπόντες τὸν Ἀλέξανδρον προσέθεντο τῷ Δαρείῳ καὶ τάς τε τροφὰς καὶ τὴν ἄλλην παρασκευὴν μετὰ πολλῆς προθυμίας ἐχορήγουν τοῖς Πέρσαις καὶ διὰ τῆς ἰδίας κρίσεως προεσήμαινον τοῖς βαρβάροις τὴν νίκην.
地元の住民たちは、マケドニア人の寡少さを侮り、ペルシア軍の多勢に圧倒されて、アレクサンドロスを見捨ててダレイオスに味方した。 そして食糧やその他の物資を大いなる熱意をもってペルシア人たちに供給し、自分たちの判断によって、バルバロイの勝利をあらかじめ暗示していた。
ὁ δʼ Ἀλέξανδρος τὴν μὲν Ἰσσὸν πόλιν ἀξιόλογον καταπληξάμενος ἐχειρώσατο·
一方、アレクサンドロスはイッソスという注目すべき都市を威圧して制圧した。