Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.34.1-17.34.9

ダレイオスの敗走とペルシア軍の総崩れ

639 / 723 箇所 · ギリシア語

要旨

ダレイオスの兄弟オサトレスの奮戦にもかかわらず、アレクサンドロスの突進により、窮地に陥ったダレイオスが戦車を換えて敗走したことで、ペルシア軍全体が崩壊し壊滅的な敗走へと追い込まれた様子を描く。

§17.34.1οἱ δὲ ἑκάστης τάξεως ἡγεμόνες τῶν ὑποτεταγμένων προαγωνιζόμενοι διὰ τῆς ἰδίας ἀρετῆς τοὺς πολλοὺς ἀνδραγαθεῖν προετρέψαντο.
配下の各部隊の指揮官たちは、前頭に立って戦い、自らの武勇を示すことで、多くの兵士たちを勇敢に戦うよう奮い立たせた。
διὸ καὶ παρῆν ὁρᾶν πολλὰς μὲν διαθέσεις τραυμάτων γινομένας, ποικίλους δὲ καὶ μεγάλους ἀγῶνας συνισταμένους ὑπὲρ τῆς νίκης.
それゆえ、多くの傷口の様々な状態が生じているのや、勝利をめぐって多様で激しい戦いが繰り広げられているのを目にすることができた。
§17.34.2Ὀξάθρης δʼ ὁ Πέρσης, ἀδελφὸς μὲν ὢν Δαρείου, κατὰ δὲ τὴν ἀνδρείαν ἐπαινούμενος, ὡς εἶδεν τὸν Ἀλέξανδρον ἀκατασχέτως ἱέμενον ἐπὶ τὸν Δαρεῖον, ἐφιλοτιμήθη τῆς αὐτῆς τύχης κοινωνῆσαι τἀδελφῷ.
ペルシア人オサトレスは、ダレイオスの兄弟であり、その勇敢さにおいて称賛されていたが、アレクサンドロスがダレイオスに向かって抑えがたい勢いで突進するのを見たとき、兄弟と同じ運命をともにすることを強く望んだ。
§17.34.3ἀναλαβὼν οὖν τοὺς ἀρίστους τῶν ἱππέων τῶν μεθʼ ἑαυτοῦ τεταγμένων μετὰ τούτων ἐπέρραξε τοῖς περὶ τὸν Ἀλέξανδρον καὶ νομίσας τὸ φιλάδελφον τῆς ψυχῆς οἴσειν αὐτῷ περιβόητον παρὰ Πέρσαις δόξαν προεμάχετο τοῦ Δαρείου τεθρίππου καὶ μετʼ ἐμπειρίας εὐτόλμως τοῖς πολεμίοις συμπλεκόμενος πολλοὺς ἀπέκτεινε.
そこで、彼は自らに配備されていた騎兵の中の最精鋭を引き連れ、彼らとともにアレクサンドロスとその周囲の者たちに突撃した。 そして、その魂の兄弟愛がペルシア人の間で彼に並外れた名声をもたらすであろうと考えて、ダレイオスの四頭立て戦車の前方で戦い、経験を活かして勇敢に敵と組み合いながら、多くの者を討ち取った。
§17.34.4τῶν δὲ περὶ τὸν Ἀλέξανδρον ὑπερβαλλομένων ταῖς ἀνδραγαθίαις περὶ μὲν τὸ τοῦ Δαρείου τέθριππον ταχὺ νεκρῶν ἐσωρεύθη πλῆθος·
しかし、アレクサンドロスの周囲の者たちがその武勇において圧倒していたため、ダレイオスの四頭立て戦車の周りには、すぐに死体の山がうず高く積み重なった。
πάντες γὰρ ἐφιέμενοι τοῦ βασιλέως ψαῦσαι πρὸς ἀλλήλους ἐκθυμότατα διηγωνίζοντο καὶ τοῦ ζῆν οὐδεμίαν ἐποιοῦντο φειδώ.
なぜなら、誰もが王に手をかけることを熱望して、互いにきわめて激しく争い、命を少しも惜しまなかったからである。
§17.34.5ἔπεσον δʼ ἐν τῷ κινδύνῳ τούτῳ πολλοὶ τῶν παρὰ Πέρσαις ἐπιφανῶν ἡγεμόνων, ἐν οἷς ὑπῆρχεν Ἀντιξύης καὶ Ῥεομίθρης καὶ ὁ τῆς Αἰγύπτου σατράπης Τασιάκης.
この戦いにおいて、ペルシア側の多くの著名な指揮官たちが斃れた。 その中には、アンティクシュエス、レオミトレス、そしてエジプトのサトラップであるタシアケスが含まれていた。
ὁμοίως δὲ πολλῶν καὶ παρὰ τοῖς Μακεδόσι πεσόντων συνέβη καὶ αὐτὸν τὸν Ἀλέξανδρον τρωθῆναι τὸν μηρόν, περιχυθέντων αὐτῷ τῶν πολεμίων.
同様に、マケドニア側でも多くの者が斃れたが、敵が彼の周囲に殺到したため、アレクサンドロス自身も太腿を負傷することになった。
§17.34.6οἱ δὲ τὸν τοῦ Δαρείου τεθρίππου ζυγὸν ἐπέχοντες ἵπποι, τραυματιζόμενοι πυκνῶς καὶ διὰ τὸ πλῆθος τῶν περὶ αὐτοὺς σωρευομένων νεκρῶν πτυρόμενοι, τὰ μὲν χαλινὰ διεσείοντο, παρʼ ὀλίγον δὲ καὶ αὐτὸν τὸν Δαρεῖον εἰς τοὺς πολεμίους ἐξήνεγκαν.
ダレイオスの四頭立て戦車の軛を引いていた馬たちは、幾度も負傷し、また、周囲に積み重なった死体の多さに怯えて、轡を振り払い、あやうくダレイオス自身を敵の中へと運び去るところであった。
διὸ καὶ κινδυνεύων ἐσχάτως ὁ βασιλεὺς αὐτὸς ἥρπασε τοὺς ῥυτῆρας, συναναγκαζόμενος λῦσαι τὴν σεμνότητα τῆς προστασίας καὶ τὸν παρὰ Πέρσαις τοῖς βασιλεῦσι κείμενον νόμον ὑπερβῆναι.
それゆえ、極限の危機に瀕した王自身が手綱をひったくり、指揮者としての威厳を損ない、ペルシアの王たちに定められていた掟を破ることを余儀なくされた。
§17.34.7προσήχθη δὲ καὶ τέθριππον ἕτερον ὑπὸ τῶν ὑπηρετῶν τῷ Δαρείῳ καὶ κατὰ τὴν εἰς τοῦτο μετάβασιν ταραχῆς γενομένης ὁ μὲν Δαρεῖος ἐπικειμένων τῶν πολεμίων εἰς ἔκπληξιν καὶ δέος ἐνέπιπτεν, οἱ δὲ Πέρσαι τὸν βασιλέα κατανοήσαντες ταραττόμενον εἰς φυγὴν ὥρμησαν.
また、従者たちによって別の四頭立て戦車がダレイオスのもとへ引いてこられたが、これへの乗り換えの際に混乱が生じ、ダレイオスは、敵が迫り来る中で狼狽と恐怖に陥った。 一方、ペルシア人たちは王がうろたえているのを見て、敗走し始めた。
τὸ δʼ αὐτὸ καὶ τῶν ἐχομένων ἱππέων ποιησάντων ταχὺ πάντες ἐτράπησαν.
そして隣接する騎兵たちも同じ行動をとったので、すぐに全員が敗走した。
§17.34.8τῆς δὲ φυγῆς οὔσης ἐν τόποις στενοῖς καὶ τραχέσι συμπίπτοντες ἀλλήλους συνεπάτουν καὶ πολλοὶ χωρὶς πολεμίας πληγῆς ἀπέθνησκον.
逃走は狭く険しい場所で行われたため、彼らは互いに衝突し合って踏みつけ合い、多くの者が敵の打撃を受けることなく死んでいった。
ἔκειντο γὰρ ὁμοῦ σωρευθέντες οἱ μὲν ἄνευ τῶν ὅπλων, οἱ δὲ τηροῦντες τὰς πανοπλίας·
彼らは一塊になって重なり合って倒れていたが、ある者は武器を持たず、ある者は重装甲を身につけたままであった。
τινὲς δὲ γεγυμνωμένα τὰ ξίφη διαφυλάξαντες τοὺς περὶ ταῦτα ἀναπειρομένους ἀνῄρουν·
また、ある者たちは抜いた剣を握りしめたままであったため、それらに突き刺さる周囲の者たちを死に至らしめた。
οἱ δὲ πλεῖστοι εἰς τὰ πεδία διεκπεσόντες διὰ τούτων ἀπὸ κράτους ἐλαύνοντες τοὺς ἵππους εἰς τὰς συμμαχίδας πόλεις κατέφευγον.
しかし、大部分の者は平原へと脱出し、そこを通って全速力で馬を走らせ、同盟都市へと逃れ去った。
§17.34.9ἡ δὲ τῶν Μακεδόνων φάλαγξ καὶ τὸ τῶν Περσῶν πεζὸν στράτευμα βραχὺν χρόνον ἐν τῇ μάχῃ διέμεινεν·
一方、マケドニアのファランクスとペルシアの歩兵部隊は、わずかな時間しか戦闘にとどまらなかった。
προηττημένων γὰρ τῶν ἱππέων οἱονεί τις προαγὼν ἐγεγόνει τῆς ὅλης νίκης.
なぜなら、騎兵たちがすでに敗北していたため、それが全体の勝利の前哨戦となっていたからである。
πάντων δὲ τῶν βαρβάρων ταχὺ τραπέντων καὶ τοσούτων μυριάδων ἐν στενοῖς τόποις τὴν φυγὴν ποιουμένων ταχὺ πᾶς ὁ συνεχὴς τόπος νεκρῶν ἐπληρώθη.
すべてのバルバロイが速やかに敗走し、これほど多くの万の軍勢が狭い場所で逃走を図ったため、すぐに一帯の土地すべてが死体で埋め尽くされた。

語釈・文法注

  1. §17.34.1τῶν ὑποτεταγμένων — この属格句は、先行する名詞「指揮官たち(ἡγεμόνες)」を修飾する「配下の者たちの(指揮官)」と解釈されるが、分詞「前頭に立って戦う(προαγωνιζόμενοι)」に係る「配下の者たちの前で戦う」と解釈することも可能である。ここでは前者の「配下の各部隊の指揮官たち」として訳出している。
  2. §17.34.2κοινωνῆσαι τἀδελφῷ — 動詞 κοινωνέω(共有する、ともにする)は、共有する対象を属格(τῆς αὐτῆς τύχης)で、共有する相手を与格(τἀδελφῷ「兄弟と」)で同時に取る構文である。
  3. §17.34.5τρωθῆναι τὸν μηρόν — 対格 τὸν μηρόν(太腿を)は、受動態不定詞 τρωθῆναι(負傷させられる)に伴う「部分の対格(あるいは観点の対格)」であり、主語であるアレクサンドロスの身体のどの部分が負傷したかを限定している。
  4. §17.34.6παρʼ ὀλίγον — 前置詞 παρά に対格が続く「もう少しで〜するところであった」「あやうく〜しかけた」という事実上の未遂を意味する慣用表現である。
  5. §17.34.8ἀναπειρομένους — 動詞 ἀναπείρω(突き刺す)の現在受動分詞であり、周囲の混乱の中で「(前述の抜かれた剣に)自ら突き刺される人々」を意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.34.1-17.34.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.34.1-17.34.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。