§17.23.1ἔνιοι δὲ λέγουσι τὸν Ἀλέξανδρον στρατηγικῶς ἐπινοῆσαι τὴν τοῦ στόλου κατάλυσιν·
しかし一部の人々は、アレクサンドロスが戦略的な意図から艦隊の解散を考案したのだと言う。
προσδοκίμου γὰρ ὄντος τοῦ Δαρείου καὶ μελλούσης μεγάλης παρατάξεως συντελεῖσθαι νομίσαι τοὺς Μακεδόνας ἐκθυμότερον ἀγωνιεῖσθαι παραιρεθείσης τῆς κατὰ τὴν φυγὴν ἐλπίδος.
すなわち、ダレイオスの到来が予想され、大いなる会戦が行われようとしていたので、退路への希望が奪われたならば、マケドニア人たちがいっそう熱心に戦うだろうと彼が考えたからである。
§17.23.2τὸ δʼ αὐτὸ πρᾶξαι κατὰ τὴν ἐπὶ Γρανικῷ μάχην·
また、彼がグラニコス川の戦いにおいても同じことを行ったのだとも言う。
κατὰ νώτου γὰρ λαβεῖν τὸν ποταμόν, ὅπως μηδεὶς ἐπιβάληται φεύγειν προδήλου τῆς ἀπωλείας οὔσης τῶν διωκομένων ἐν τῷ τοῦ ποταμοῦ ῥείθρῳ.
すなわち、誰も逃走を企てないように、川を背後に配置したのである。 もし追撃されれば、川の流れの中で破滅することが明白であったからである。
καὶ γὰρ κατὰ τοὺς ὕστερον χρόνους Ἀγαθοκλέα τὸν Συρακοσίων βασιλέα μιμησάμενον τὴν Ἀλεξάνδρου στρατηγίαν ἀνέλπιστον καὶ μεγάλην νίκην περιποιήσασθαι·
実際、のちにシュラクサイの王アガトクレスが、アレクサンドロスの戦略を模倣して、予期せぬ大きな勝利を手に入れた。
§17.23.3διαβάντα γὰρ αὐτὸν εἰς Λιβύην μετʼ ὀλίγης δυνάμεως καὶ τὰς ναῦς ἐμπρήσαντα παρελέσθαι μὲν τῶν στρατιωτῶν τὰς ἐκ τοῦ φεύγειν ἐλπίδας, συναναγκάσαι δὲ γενναίως ἀγωνίσασθαι καὶ διὰ τοῦτο Καρχηδονίων ἀντιταχθέντων πολλαῖς μυριάσι νικῆσαι.
彼はわずかな軍勢とともにリビュアに渡り、船を焼き払うことで、兵士たちから逃走の希望を奪い、勇敢に戦うよう余儀なくさせ、このことによって、カルタゴ人が数万人をもって対抗してきたにもかかわらず、勝利を収めたのである。
§17.23.4μετὰ δὲ τὴν ἅλωσιν τῆς Μιλήτου τὸ πλῆθος τῶν Περσῶν καὶ τῶν μισθοφόρων, ἔτι δʼ οἱ πρακτικώτατοι τῶν ἡγεμόνων συνέδραμον εἰς τὴν Ἁλικαρνασσόν.
ミレトスの陥落の後、多数のペルシア人と傭兵たち、さらには将軍たちの中でも最も活動的な者たちが、ハリカルナッソスに集まった。
αὕτη δὲ ἡ πόλις μεγίστη τῶν κατὰ τὴν Καρίαν ἦν, βασίλεια μὲν ἐσχηκυῖα τὰ Καρῶν, ἀκροπόλεσι δὲ καλῶς κεκοσμημένη.
この都市はカリア地方で最大であり、カリア人の王宮を有し、城砦によって美しく飾られていた。
§17.23.5κατὰ δὲ τὸν αὐτὸν καιρὸν Μέμνων μὲν τήν τε γυναῖκα καὶ τὰ τέκνα πρὸς Δαρεῖον ἔπεμψε καὶ τούτῳ παραθέμενος ἅμα μὲν ὑπέλαβε τῆς ἀσφαλείας αὐτῶν καλῶς πεπρονοῆσθαι, ἅμα δὲ τὸν βασιλέα καλοὺς ὁμήρους ἔχοντα προθυμότερον ἐμπιστεύσειν αὐτῷ τὴν τῶν ὅλων ἡγεμονίαν· ὅπερ καὶ συνέβη γενέσθαι.
同じころ、メムノンは妻と子供たちをダレイオスの元へ送り、彼らを委ねた。 これは、一方では彼らの安全が十分に配慮されると考え、他方では、王が優れた人質を手にしたことで、より進んで彼に全軍の指揮権を委ねるだろうと考えたからであり、そしてこのことは、実際にその通りになった。
§17.23.6εὐθὺς γὰρ ὁ Δαρεῖος ἔπεμψεν ἐπιστολὰς πρὸς τοὺς κατὰ θάλατταν οἰκοῦντας, προστάττων ἅπαντας ὑπακούειν τῷ Μέμνονι.
というのも、ただちにダレイオスは沿岸部に住む者たちに書簡を送り、全員がメムノンに従うよう命じたからである。
διόπερ οὗτος παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν παρεσκευάζετο πάντα τὰ χρήσιμα πρὸς πολιορκίαν ἐν τῇ πόλει τῶν Ἁλικαρνασσέων.
それゆえ、彼は全軍の指揮権を引き受けると、ハリカルナッソス市において、包囲戦に役立つあらゆるものを準備した。