§17.1.1ἡ μὲν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως ἑξκαιδεκάτη, τὴν ἀρχὴν ἔσχεν ἀπὸ τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας·
これに先立つ巻は、全体の叙述の第十六巻であって、アミュンタスの子フィリッポスの統治にその端を発していた。
περιελήφθησαν δʼ ἐν αὐτῇ πράξεις αἱ μὲν τοῦ Φιλίππου πᾶσαι μέχρι τῆς τελευτῆς, αἱ δὲ τῶν ἄλλων βασιλέων τε καὶ ἐθνῶν καὶ πόλεων ὅσαι γεγόνασι κατὰ τοὺς τῆς βασιλείας ταύτης χρόνους, ὄντας ἐτῶν εἴκοσι καὶ τεσσάρων.
そこには、フィリッポスの死に至るまでの全業績と、二十四年に及ぶこの統治期間中に生じた、他の王たち、諸民族、諸都市のあらゆる出来事が入っていた。
§17.1.2ἐν ταύτῃ δὲ τὰς συνεχεῖς πράξεις ἀναγράφοντες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας, περιλαβόντες δὲ τὰ τούτῳ τῷ βασιλεῖ πραχθέντα μέχρι τῆς τελευτῆς συναναγράψομεν καὶ τὰ ἅμα τούτοις συντελεσθέντα ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης·
本巻においては、それに続く出来事を記録するにあたり、アレクサンドロスの統治から書き始め、この王によってその死に至るまでになされた業績を包括し、それと同時に、知られている世界の諸地域で達成された事柄をも合わせて記録する。
οὕτω γὰρ μάλιστα ὑπολαμβάνομεν τὰς πράξεις εὐμνημονεύτους ἔσεσθαι, κεφαλαιωδῶς τεθείσας καὶ συνεχὲς ἐχούσας ταῖς ἀρχαῖς τὸ τέλος.
なぜなら、このように要約的に配置され、始まりと終わりが連続しているならば、出来事は最も記憶しやすくなると我々は考えるからである。
§17.1.3ἐν ὀλίγῳ δὲ χρόνῳ μεγάλας πράξεις οὗτος ὁ βασιλεὺς κατειργάσατο καὶ διὰ τὴν ἰδίαν σύνεσίν τε καὶ ἀνδρείαν ὑπερεβάλετο τῷ μεγέθει τῶν ἔργων πάντας τοὺς ἐξ αἰῶνος τῇ μνήμῃ παραδεδομένους βασιλεῖς·
この王は、短い期間に偉大な業績を成し遂げ、自らの知性と勇気によって、古来記憶に伝えられているすべての王を、その事績の偉大さにおいて凌駕した。
§17.1.4ἐν ἔτεσι γὰρ δώδεκα καταστρεψάμενος τῆς μὲν Εὐρώπης οὐκ ὀλίγα, τὴν δὲ Ἀσίανσχεδὸν ἅπασαν εἰκότως περιβόητον ἔσχε τὴν δόξαν καὶ τοῖς παλαιοῖς ἥρωσι καὶ ἡμιθέοις ἰσάζουσαν.
実際、彼は十二年のうちに、ヨーロッパの少なからぬ部分を服従させ、アジアのほぼ全土を征服して、古代の英雄や半神たちに比肩する、きわめて高い名声を手に入れた。
ἀλλὰ γὰρ οὐκ ἀναγκαῖον ἡμῖν ἐν τῷ προοιμίῳ προλαμβάνειν τι τῶν κατωρθωμένων τούτῳ τῷ βασιλεῖ·
しかしながら、我々がこの序言において、この王によって成し遂げられた成功の一部を先んじて語る必要はない。
αὐταὶ γὰρ αἱ κατὰ μέρος πράξεις ἱκανῶς μηνύσουσι τὸ μέγεθος τῆς δόξης αὐτοῦ.
なぜなら、個々の出来事そのものが、彼の名声の偉大さを十分に明らかにするであろうからである。
§17.1.5Ἀλέξανδρος οὖν γεγονὼς κατὰ πατέρα μὲν ἀφʼ Ἡρακλέους, κατὰ δὲ μητέρα τῶν Αἰακιδῶν οἰκείαν ἔσχε τὴν φύσιν καὶ τὴν ἀρετὴν τῆς τῶν προγόνων εὐδοξίας.
こうしてアレクサンドロスは、父方ではヘラクレスの末裔であり、母方ではアイアキダイの出身であって、自らの生まれ持った性質と徳を、先祖たちの輝かしい名声にふさわしいものとした。
ἡμεῖς δὲ τοὺς ἁρμόττοντας τῇ γραφῇ χρόνους παραθέντες ἐπὶ τὰς οἰκείας τῆς ὑποκειμένης ἱστορίας πράξεις τρεψόμεθα.
我々は、この記述に適した年代を付記した上で、当面の歴史の主題である出来事へと進むこととする。