§17.104.1αὐτὸς δὲ καταπλεύσας εἰς τὸν Ὠκεανὸν μετὰ τῶν φίλων καὶ δύο νήσους ἐνταῦθα κατιδὼν ἔθυσεν ἐν αὐταῖς τοῖς θεοῖς μεγαλοπρεπῶς καὶ πολλὰ μὲν ἐκπώματα καὶ μεγάλα χρυσᾶ κατεπόντισε ταῖς σπονδαῖς συναφιείς, βωμοὺς δὲ Τηθύος καὶ Ὠκεανοῦ κατασκευάσας ὑπέλαβεν τετελευτηκέναι τὴν προκεχειρισμένην στρατείαν.
彼自身は、友らとともに大洋へと船で下り、そこに二つの島を見出すと、それらの島において神々に壮麗に犠牲を捧げ、多くの、そして大きな金の杯を、献酒をしながら海に沈め、テテュスと大洋の祭壇を築いて、企てられていた遠征が完了したと考えた。
ἀναζεύξας δʼ ἐντεῦθεν εἰς τοὐπίσω διὰ τοῦ ποταμοῦ παρέπλευσεν εἰς Πάταλα, πόλιν ἐπίσημον.
そして、そこから引き返して川を遡行し、著名な都市パタラへと航行した。
§17.104.2αὕτη δὲ τὴν πολιτείαν εἶχε διατεταγμένην ὁμοίως τῇ Σπάρτῃ·
この都市は、スパルタと同様に組織された国制を有していた。
ἀπὸ δύο γὰρ οἴκων ἐν αὐτῇ διεδέχοντο δύο βασιλεῖς, αἰεὶ τῶν κατὰ πόλεμον ἡγούμενοι πραττομένων, τὸ δὲ τῶν γερόντων ἀρχεῖον τῶν ὅλων προειστήκει.
というのも、そこでは二つの家系から二人の王が王位を継承しており、彼らは常に戦争に関する諸事を指揮し、長老たちの役所が国政全般を司っていたからである。
§17.104.3ὁ δʼ οὖν Ἀλέξανδρος τὰ πεπονηκότα τῶν σκαφῶν ἐνέπρησε, τὸν δὲ λοιπὸν στόλον παραδοὺς Νεάρχῳ καί τισιν ἄλλοις τῶν φίλων προσέταξε τὴν παραλίαν πᾶσαν παραπλεῦσαι διʼ Ὠκεανοῦ καὶ πάντα κατασκεψαμένους ἀπαντᾶν ἐπὶ τὰς ἐκβολὰς τοῦ Εὐφράτου ποταμοῦ.
さて、アレクサンドロスは、船のうち傷んだものを焼き払い、残りの艦隊をネアルコスおよび他の数人の友に委ねて、大洋を通って沿岸一帯を航行し、すべてを偵察した上で、ユーフラテス川の河口で合流するよう命じた。
§17.104.4αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐπῆλθε πολλὴν χώραν καὶ τοὺς μὲν ἐναντιουμένους κατεπολέμησε, τοὺς δὲ πειθαρχοῦντας φιλανθρώπως προσεδέχετο.
自らは陸軍を引き連れて多くの土地を進軍し、敵対する者たちを征服する一方、従順な者たちを寛大に受け入れた。
τοὺς μὲν γὰρ Ἀβρίτας ὀνομαζομένους καὶ τοὺς τὴν Κεδρωσίαν οἰκοῦντας χωρὶς κινδύνων προσηγάγετο,
すなわち、アブリータイと呼ばれる人々やゲドロシアに住む人々を、戦闘を行うことなく従属させた。
§17.104.5μετὰ δὲ ταῦτα πολλὴν μὲν ἄνυδρον, οὐκ ὀλίγην δὲ ἔρημον διελθὼν ἐπὶ τὰ Ὠρείτιδος ὅρια κατήντησεν.
その後、水のない広大な土地と、少なからぬ荒野を通過して、オレイティス地方の境界に到達した。
εἰς τρία δὲ μέρη τὴν δύναμιν διελόμενος τοῦ μὲν πρώτου μέρους ἀπέδειξεν ἡγεμόνα Πτολεμαῖον, τοῦ δὲ δευτέρου Λεοννάτον,
そして、軍を三つの部隊に分割し、第一の部隊の指揮官にプトレマイオスを任命し、第二 of 部隊の指揮官にレオンナトスを任命した。
§17.104.6καὶ τὴν μὲν παραθαλαττίαν λεηλατεῖν προσέταξε Πτολεμαῖον, τὴν μεσόγειον δὲ κατασῦραι Λεοννάτον,τὴν δʼ ὑπώρειαν καὶ τὴν ὀρεινὴν αὐτὸς ἐπόρθησεν.
そして、プトレマイオスには沿岸地方を略奪することを命じ、レオンナトスには内陸地方を襲撃することを命じ、山麓と山岳地方は自ら略奪した。
ἅμα δʼ ὑφʼ ἕνα καὶ τὸν αὐτὸν καιρὸν πολλῆς χώρας δῃουμένης ἔγεμε πᾶς τόπος πυρὸς καὶ διαρπαγῆς καὶ πολλῶν φόνων.
同時に、ただ一つの同じ時期に広大な土地が荒らされたため、あらゆる場所が火災と略奪と多くの殺戮で満ちた。
§17.104.7διόπερ ταχέως οἱ μὲν στρατιῶται πολλῆς λείας ἐκυρίευσαν, τῶν δʼ ἀναιρεθέντων σωμάτων ἀριθμὸς ἐγένετο πολλῶν μυριάδων.
それゆえ速やかに兵士たちは多くの戦利品を手に入れ、殺害された者の数は数万に達した。
τῇ δὲ τῶν ἐθνῶν τούτων ἀπωλείᾳ πάντες οἱ πλησιόχωροι περίφοβοι γενόμενοι προσεχώρησαν τῷ βασιλεῖ.
これらの民族の破滅により、近隣のすべての住民は恐れおののき、王に帰順した。
§17.104.8ὁ δʼ Ἀλέξανδρος παρὰ θάλατταν ἐφιλοτιμήθη κτίσαι πόλιν καὶ λιμένα μὲν εὑρὼν ἄκλυστον, πλησίον δʼ αὐτοῦ τόπον εὔθετον ἔκτισεν ἐν αὐτῷ πόλιν Ἀλεξάνδρειαν.
アレクサンドロスは海の近くに都市を創建することを熱望し、波の穏やかな港を見出すと、その近くの適した場所に都市アレクサンドリアを創建した。