Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.106.1-17.106.7

カルマニアでの祝宴と航海隊の帰還報告

711 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスは砂漠を抜けて肥沃な土地に至り、ディオニュソス風の祝宴を行い、不法を働いた将軍やサトラップを処罰した。また、大洋の航海から帰還した者たちが劇場の王のもとに現れ、潮の干満や巨大なクジラとの遭遇を報告した。

§17.106.1μόγις δὲ περάσας τὴν ἔρημον ἧκεν εἰς χώραν οἰκουμένην καὶ πάντων τῶν χρησίμων εὐποροῦσαν.
彼はやっとのことで砂漠を横断すると、人の住む、あらゆる生活必需品を豊富に備えた土地に至った。
ἐν ταύτῃ δὲ προσαναλαβὼν τὴν δύναμιν ἐφʼ ἑπτὰ μὲν ἡμέρας προῄει κεκοσμημένῃ τῇ δυνάμει πανηγυρικῶς καὶ Διονύσῳ κῶμον ἤγαγεν ἑορτάζων καὶ μέθῃ καὶ πότοις χρώμενος κατὰ τὴν ὁδοιπορίαν.
この地で軍勢を回復させたのち、彼は七日間にわたり、祝祭風に装飾された軍勢とともに進軍し、道中、祭りを行い、泥酔と飲酒にふけりながら、ディオニュソスのための祝宴の行列を催した。
§17.106.2ἀπὸ τούτων δὲ γενόμενος, ἀκούσας ὅτι πολλοὶ τῶν βιαίως καὶ ὑβριστικῶς κεχρημένων ταῖς ἐξουσίαις παρανενομήκασι, πολλοὺς τῶν τε σατραπῶν καὶ στρατηγῶν τιμωρίας ἠξίωσεν.
これらを終えたのち、彼は、権力を暴力的かつ傲慢に行使した多くの者が不法行為を働いたと聞き、サトラップや将軍たちの多くを処罰した。
τῆς δʼ εἰς τοὺς παρανενομηκότας ἡγεμόνας μισοπονηρίας διαβοηθείσης πολλοὶ τῶν στρατηγῶν συνειδότες ἑαυτοῖς ὕβρεις καὶ παρανομίας εἰς φόβον ἐνέπιπτον καὶ τινὲς μὲν μισθοφόρους ἔχοντες ἀφίσταντο τοῦ βασιλέως, τινὲς δὲ χρήματα συσκευασάμενοι δρασμοὺς ἐποιοῦντο.
不法を働いた指導者たちに対する王の悪を憎む心が広く知れ渡ると、将軍たちの多くは自らの傲慢と違法行為を自覚して恐怖に陥り、ある者たちは傭兵を従えて王から離反し、またある者たちは財産をまとめて逃亡した。
§17.106.3ταῦτα δὲ πυνθανόμενος ὁ βασιλεὺς πρὸς πάντας τοὺς κατὰ τὴν Ἀσίαν στρατηγοὺς καὶ σατράπας ἔγραψεν, ἐπειδὰν ἀναγνῶσι τὴν ἐπιστολήν, παραχρῆμα πάντας τοὺς μισθοφόρους ἀπολῦσαι.
これを知ると、王はアジア全域の将軍たちとサトラップたちに対して、その手紙を読んだならば直ちにすべての傭兵を解雇するようにと書き送った。
§17.106.4κατὰ δὲ τοῦτον τὸν καιρὸν τοῦ βασιλέως διατρίβοντος ἔν τινι παραθαλαττίῳ πόλει ὀνομαζομένῃ Σαλμοῦντι καὶ σκηνικοὺς ἀγῶνας ἐν τῷ θεάτρῳ ποιοῦντος κατέπλευσαν οἱ διʼ Ὠκεανοῦ πλεῖν τὴν παραθαλάττιον ἀπεσταλμένοι καὶ παραχρῆμα εἰς τὸ θέατρον παρελθόντες τόν τε Ἀλέξανδρον ἠσπάσαντο καὶ περὶ τῶν πεπραγμένων ἀπήγγειλαν.
この時期、王がサルムスと呼ばれる沿岸の都市に滞在し、劇場で演劇の競技会を催していたとき、外洋を通って沿岸部を航海するために派遣されていた者たちが寄港し、直ちに劇場へと入ってアレクサンドロスに挨拶し、成し遂げたことについて報告した。
§17.106.5οἱ δὲ Μακεδόνες ἡσθέντες τῇ παρουσίᾳ τῶν ἀνδρῶν κρότῳ μεγάλῳ τὸ γεγονὸς ἐπεσημήναντο καὶ πᾶν τὸ θέατρον μεστὸν ἦν χαρᾶς ἀνυπερβλήτου.
マケドニア人たちは、この男たちの出現を喜んで盛大な拍手をもってその出来事を歓迎し、劇場全体がこの上ない喜びに満ちあふれた。
§17.106.6οἱ δὲ καταπεπλευκότες ἀπήγγελλον ἀμπώτεις τε καὶ πλήμας παραδόξους γίνεσθαι κατὰ τὸν Ὠκεανὸν καὶ κατὰ μὲν τὰς ἀμπώτεις νήσους τε ὁρᾶσθαι πολλὰς καὶ μεγάλας ἐπʼ ἄκρας τῆς παραθαλαττίου χώρας, κατὰ δὲ τὰς πλήμας ἅπαντας τοὺς προειρημένους τόπους κατακλύζεσθαι, πολλοῦ καὶ βιαίου ῥεύματος φερομένου πρὸς τὴν χέρσον, τῆς δʼ ἐπιφανείας ἀφρῷ πολλῷ λευκαινομένης.
帰還した者たちは、外洋では驚くべき干潮と満潮が起こり、干潮のときには沿岸の地域のすぐ端に多くの大きな島々が見える一方、満潮のときには、大量の激しい流れが陸地に向かって押し寄せ、海面が多くの泡で白くなりながら、先述の場所がすべて冠水するのだと報告した。
τὸ δὲ παραδοξότατον, κήτεσι πολλοῖς καὶ τὸ μέγεθος ἀπίστοις συγκεκυρηκέναι·
そして最も驚くべきことには、サイズが信じがたいほど大きな多くのクジラに遭遇したことであった。
§17.106.7ταῦτα δὲ φοβηθέντας αὐτοὺς τὸ μὲν πρῶτον ἀπελπίσαι τὸ ζῆν ὡς αὐτίκα μάλα μετὰ τῶν σκαφῶν διαφθαρησομένους, μετὰ δὲ ταῦτα ἐξ ἁπάντων μιᾶς φωνῆς γινομένης καὶ διὰ τῶν ὅπλων πολλοῦ συντελουμένου ψόφου, πρὸς δὲ τούτοις τῶν σαλπίγγων ἐνιεμένων τῷ παραδόξῳ πτοηθῆναι τὰ θηρία καὶ δῦναι πρὸς βυθόν.
彼らはこれらを恐れて、最初は船もろとも直ちに滅ぼされるであろうと思って生き延びることを諦めたが、その後、全員から一斉の声が上がり、武器によって大きな騒音が立てられ、その上さらにラッパが吹き鳴らされると、その異常な事態に驚愕した獣たちは深海へと沈んでいったのだという。

語釈・文法注

  1. §17.106.1κεκοσμημένῃ τῇ δυνάμει — 女性単数与格の表現。随伴または様態(manner)を表す与格であり、アレクサンドロスが祝祭のようなきらびやかな状態の軍勢を伴って、あるいは軍勢とともに進軍したことを示す。
  2. §17.106.2ἀπὸ τούτων δὲ γενόμενος — 動詞 γίγνομαι が前置詞 ἀπό と属格を伴い、「〜から離れる」「〜を終える」という慣用的な意味を表す。ここでは、直前のディオニュソス的なお祭り騒ぎ(κῶμος)を終えたことを意味する。
  3. §17.106.2συνειδότες ἑαυτοῖς — 動詞 σύνοιδα が再帰代名詞与格を伴う現在分詞。ここでは ὕβρεις καὶ παρανομίας(対格)を目的語として、「自分自身で傲慢や違法行為を自覚している」「後ろめたさを感じている」という意味になる。
  4. §17.106.3ἔγραψεν ... ἀπολῦσαι — 動詞 γράφω(手紙を書く)が、命令や依頼を伝える主節の動詞として機能し、不定詞(ἀπολῦσαι)を補足的に従えて「〜するようにと書面で指示した」という命令的意味を表す構文。
  5. §17.106.6ἀμπώτεις τε καὶ πλήμας παραδόξους γίνεσθαι — 動詞 ἀπήγγελλον(§17.106.6 冒頭)に導かれる間接話法(対格不定詞構文)。この γίνεσθαι から、同文の ὁρᾶσθαι, κατακλύζεσθαι, συγκεκυρηκέναι、さらには §17.106.7 の ἀπελπίσαι, πτοηθῆναι, δῦναι に至るまで、一連の不定詞がすべて航海者たちの報告内容として並列されている構造。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.106.1-17.106.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.106.1-17.106.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。