§17.103.1τῆς δʼ ἐσχάτης τῶν Βραχμάνων πόλεως, ἣν ὀνομάζουσιν Ἁρματήλια, πεφρονηματισμένης ἐπʼ ἀνδρείᾳ καὶ δυσχωρίαις ἀπέστειλεν ὀλίγους τῶν ψιλῶν, προστάξας ἐξάπτεσθαι τῶν πολεμίων καὶ ἐὰν ἐπεξίωσιν ὑποφεύγειν.
ブラフマネスの最後の都市であり、ハルマテリアと呼ばれる都市が、勇猛さと地形の険しさを頼みにして傲慢になっていたので、アレクサンドロスは軽装兵をわずかばかり派遣し、敵に小競り合いを仕掛け、もし敵が討って出てきたら敗走を装うよう命じた。
§17.103.2οὗτοι μὲν οὖν ὄντες πεντακόσιοι καὶ προσμαχόμενοι τοῖς τείχεσι κατεφρονήθησαν.
そこで、彼らは五百人であり、城壁に向かって攻撃を仕掛けたので敵から侮られた。
ἐπεξελθόντων δʼ ἐκ τῆς πόλεως στρατιωτῶν τρισχιλίων προσποιηθέντες καταπεπλῆχθαι πρὸς φυγὴν ὥρμησαν.
そして、都市から三千人の兵士が討って出ると、軽装兵たちは圧倒されたふりをして逃走し始めた。
§17.103.3ὁ δὲ βασιλεὺς μετʼ ὀλίγον ὑποστὰς τοὺς διώκοντας τῶν βαρβάρων καὶ μάχην καρτερὰν συστησάμενος οὓς μὲν ἀπέκτεινε τῶν βαρβάρων, οὓς δʼ ἐζώγρησε.
しかし王は、しばらくして追撃してきた異民族たちを待ち構えて立ち向かい、激しい戦闘を交えて、異民族の一部を殺害し、一部を生け捕りにした。
τῶν δὲ μετὰ τοῦ βασιλέως οὐκ ὀλίγοι τρωθέντες εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους·
だが、王の側にいた者たちのうち少なからぬ者が、負傷して極限の危険に陥った。
§17.103.4ὁ γὰρ τῶν βαρβάρων σίδηρος κεχρισμένος ἦν φαρμάκου θανασίμου δυνάμει, ᾗ πεποιθότες κατέβησαν εἰς τὴν διὰ τῆς μάχης κρίσιν.
というのも、異民族の鉄器には致命的な毒の効力が塗られており、彼らはそれを頼りにして戦闘による決戦に臨んだのである。
κατεσκεύαστο δὲ ἡ τοῦ φαρμάκου δύναμις ἔκ τινων ὄφεων θηρευομένων καὶ τούτων εἰς τὸν ἥλιον νεκρῶν τιθεμένων.
その毒の効力は、捕獲されたある種の蛇から、そしてそれらの蛇が死んで太陽の下に晒されることによって作られていた。
§17.103.5τῆς δʼ ἐκ τοῦ καύματος θερμασίας τηκούσης τὴν τῆς σαρκὸς φύσιν ἱδρῶτας ἐκπίπτειν συνέβαινε καὶ διὰ τῆς νοτίδος συνεκκρίνεσθαι τὸν τῶν θηρίων ἰόν.
暑さによる熱が肉の組織を融解させると、汗が噴出し、その水分を通じて野獣の毒が一緒に分泌されるのが常であった。
διὸ καὶ τοῦ τρωθέντος εὐθὺς ἐνάρκα τὸ σῶμα καὶ μετʼ ὀλίγον ὀξεῖαι συνηκολούθουν ὀδύναι καὶ σπασμὸς καὶ τρόμος τὸν ὅλον ὄγκον κατεῖχεν, ὅ τε χρὼς ψυχρὸς καὶ πελιδνὸς ἐγίνετο καὶ διὰ τῶν ἐμέτων ἐξέπιπτεν χολή, πρὸς δὲ τούτοις ἀπὸ τοῦ τραύματος μέλας ἀφρὸς ἀπέρρει καὶ σηπεδὼν ἐγεννᾶτο.
そのため、負傷した者の身体はすぐに麻痺し、しばらくすると激しい痛みが伴い、痙攣と震えが全身を支配した。 また、皮膚は冷たく青黒くなり、嘔吐によって胆汁が吐き出された。 これらに加えて、傷口からは黒い泡が流れ出し、壊疽が生じた。
αὕτη δὲ νεμομένη ταχέως ἐπέτρεχε τοῖς καιρίοις τόποις τοῦ σώματος καὶ δεινοὺς θανάτους ἀπειργάζετο.
そして、この壊疽が広がりながら、速やかに身体の致命的な部位に達し、恐るべき死をもたらした。
§17.103.6διὸ συνέβαινε τὰ ἴσα τοῖς μεγάλα τραύματʼ εἰληφόσι καὶ τοῖς μικρὰν καὶ τὴν τυχοῦσαν ἀμυχὴν ἀναδεξαμένοις.
それゆえ、大きな傷を負った者たちと、小さく取るに足らないかすり傷を負っただけの者たちに、同じことが起こるのが常であった。
τοιαύτῃ δʼ ἀπωλείᾳ τῶν τρωθέντων ἀπολλυμένων ἐπὶ μὲν τοῖς ἄλλοις οὐχ οὕτως ὁ βασιλεὺς ἐλυπήθη, ἐπὶ δὲ Πτολεμαίῳ τῷ ὕστερον μὲν βασιλεύσαντι, τότε δὲ ἀγαπωμένῳ μεγάλως ἠχθέσθη.
負傷した者たちがこのような非惨な死に方で滅んでいく中で、王は他の者たちのことについてはそれほど悲しまなかったが、後に王となったものの、当時は非常に愛されていたプトレマイオスのことについては大いに苦悩した。
§17.103.7ἴδιον γάρ τι καὶ παράδοξον συνέβη γενέσθαι περὶ τὸν Πτολεμαῖον, ὅ τινες εἰς θεῶν πρόνοιαν ἀνέπεμπον.
というのも、プトレマイオスに関して何か独特で不思議なことが起こったのであり、それをある人々は神々の摂理に帰したからである。
ἀγαπώμενος γὰρ ὑφʼ ἁπάντων διά τε τὴν ἀρετὴν καὶ ὑπερβολὴν τῆς εἰς πάντας εὐεργεσίας, οἰκείας τοῦ φιλανθρώπου βοηθείας ἔτυχεν.
彼はその徳と、すべての人に対する並外れた善行のゆえに皆から愛されていたので、その慈愛にふさわしい助けを得たのである。
ὁ γὰρ βασιλεὺς εἶδεν ὄψιν κατὰ τὸν ὕπνον, καθʼ ἣν ἔδοξεν ὁρᾶν δράκοντα βοτάνην ἐν τῷ στόματι κρατεῖν καὶ δεῖξαι ταύτης τὴν φύσιν καὶ τὴν δύναμιν καὶ τὸν τόπον ἐν ᾧ φύεται.
王は睡眠中に夢を見て、その中で一匹の蛇が口に草をくわえているのが見え、その草の性質と効力、そしてそれが生えている場所を示してくれたように思われたからである。
§17.103.8ἐγερθεὶς οὖν ὁ Ἀλέξανδρος καὶ τὴν βοτάνην ἀναζητήσας καὶ τρίψας τό τε σῶμα τοῦ Πτολεμαίου κατέπλασε καὶ πιεῖν δοὺς ὑγιῆ κατέστησε.
そこでアレクサンドロスは目覚めると、その草を捜し求め、それをすり潰してプトレマイオスの身体に塗り、またそれを飲ませて健康を回復させた。
γνωσθείσης δὲ τῆς εὐχρηστίας καὶ οἱ λοιποὶ τυχόντες τῆς ὁμοίας θεραπείας διεσώθησαν.
その有用性が知られると、他の者たちも同様の治療を受けて一命を取り留めた。
τὴν δὲ πόλιν τῶν Ἁρματηλίων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἐπεβάλετο μὲν πολιορκεῖν, τῶν δʼ ἐγχωρίων ἀπαντησάντων μεθʼ ἱκετηριῶν καὶ παραδόντων ἑαυτοὺς ἀπέλυσεν αὐτοὺς τῆς τιμωρίας.
そして、堅固で大きな都市であったハルマテリアの町を、彼は包囲攻撃しようとしたが、現地の人々が懇願の印を携えて出迎え、降伏したため、彼らを処罰から免除した。