§16.81.1πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων διὰ τὸ τοὺς Καρχηδονίους ἐσχηκέναι πλῆθος ἐκπωμάτων ἀργυρῶν τε καὶ χρυσῶν, ἔτι δὲ τὸν ἄλλον κόσμον ὑπερβάλλοντα διὰ τὸ μέγεθος τῆς παρʼ αὐτοῖς εὐπορίας ἅπαντα συνεχώρησε τοῖς στρατιώταις ἔχειν ἔπαθλα τῆς ἀνδραγαθίας. §16.81.2τῶν δὲ Καρχηδονίων οἱ διαφυγόντες τὸν ἐν τῇ μάχῃ κίνδυνον μόγις εἰς τὸ Λιλύβαιον διεσώθησαν. τοσαύτη δʼ αὐτοὺς κατάπληξις καὶ δέος κατεῖχεν ὥστε μὴ τολμᾶν εἰς τὰς ναῦς ἐμβαίνειν μηδʼ ἀποπλεῖν εἰς τὴν Λιβύην, ὡς διὰ τὴν τῶν θεῶν ἀλλοτριότητα πρὸς αὐτοὺς ὑπὸ τοῦ Λιβυκοῦ πελάγους καταποθησομένους. §16.81.3οἱ δʼ ἐν τῇ Καρχηδόνι τὸ μέγεθος πυθόμενοι τῆς συμφορᾶς συνετρίβησαν ταῖς ψυχαῖς καὶ συντόμως ὑπελάμβανον ἥξειν ἐπʼ αὐτοὺς τὸν Τιμολέοντα μετὰ τῆς δυνάμεως. εὐθὺ δὲ Γέσκωνα τὸν Ἄννωνος πεφυγαδευμένον κατήγαγον καὶ στρατηγὸν ἀπέδειξαν διὰ τὸ δοκεῖν τόλμῃ τε καὶ στρατηγίᾳ διαφέρειν. §16.81.4αὐτοὶ δʼ ἔκριναν πολιτικοῖς μὲν σώμασι μὴ διακινδυνεύειν, μισθοφόρους δὲ ἀλλοεθνεῖς ἀθροίζειν καὶ μάλιστα Ἕλληνας· ὑπακούσεσθαι δʼ αὐτοῖς πρὸς τὴν στρατείαν πολλοὺς ὑπελάμβανον διὰ τὸ μέγεθος τῆς μισθοφορᾶς καὶ τὴν εὐπορίαν τῆς Καρχηδόνος. εἰς δὲ τὴν Σικελίαν τοὺς εὐθέτους πρέσβεις ἐξέπεμψαν, προστάξαντες ἐφʼ οἷς ἂν ᾖ δυνατὸν συνθέσθαι τὴν εἰρήνην.
また、多くの財宝も奪われた。カルタゴ人たちが多数の金銀の杯を所有しており、さらに彼らの富の大きさゆえに極めて優れた他の装飾品も持っていたからである。ティモレオンは、これらすべてを兵士たちがその勇敢さの褒賞として所有することを許した。カルタゴ人のうち、戦闘における危険から逃れた者たちは、かろうじてリリュバイオンへと逃げ延びた。彼らには非常に大きな驚愕と恐怖が襲ったため、船に乗り込むことも、リビアへと出航することもあえてしようとしなかった。自分たちに対する神々の敵意のために、リビア海に飲み込まれてしまうだろうと考えたからである。カルタゴにいた人々は、この災難の大きさを知ると、心底打ちのめされ、ティモレオンが軍勢を率いてすぐに自分たちに攻め寄せてくるだろうと考えた。そして直ちに、追放されていたハンノの子ゲスコンを呼び戻し、彼が勇気と将才において優れていると思われていたため、将軍に任命した。彼ら自身は、市民の身を危険にさらすことはせず、異民族の傭兵、特にギリシア人を集めることに決めた。そして、高額の給与とカルタゴの富裕さのために、多くの者がこの遠征に応じるだろうと考えた。また、シケリアには適任の使節を派遣し、可能な限りの条件で和平を結ぶよう命じた。