§16.8.1περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς μεγάλῃ παρατάξει νενικηκὼς τοὺς Ἰλλυριοὺς καὶ πάντας τοὺς μέχρι τῆς Λυχνίτιδος καλουμένης λίμνης κατοικοῦντας ὑπηκόους πεποιημένος ἀνέκαμψεν εἰς τὴν Μακεδονίαν, συντεθειμένος ἔνδοξον εἰρήνην πρὸς τοὺς Ἰλλυριούς, περιβόητός τε ὑπάρχων παρὰ τοῖς Μακεδόσιν ἐπὶ τοῖς διʼ ἀνδρείαν κατωρθωμένοις.
同じ頃、マケドニアの王フィリッポスは、大規模な会戦でイリュリア人たちを破り、リクニティスと呼ばれる湖にいたるまでのすべての居住者を服属させてマケドニアへと帰還したが、イリュリア人たちとは栄光ある和平を締結しており、またその勇敢さによって成し遂げられた成功のゆえに、マケドニア人の間で名声を博していた。
§16.8.2μετὰ δὲ ταῦτα τῶν τὴν Ἀμφίπολιν οἰκούντων ἀλλοτρίως πρὸς αὐτὸν διατεθέντων καὶ πολλὰς ἀφορμὰς δόντων εἰς πόλεμον ἐστράτευσεν ἐπʼ αὐτοὺς ἀξιολόγῳ δυνάμει.
この後、アムフィポリスに住む者たちが彼に対して敵対的な態度をとり、戦争の多くの端緒を与えたため、彼はかなりの軍勢を率いて彼らに向けて遠征した。
προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανὰς καὶ προσβολὰς ἐνεργοὺς καὶ συνεχεῖς ποιησάμενος κατέβαλε μὲν τοῖς κριοῖς μέρος τι τοῦ τείχους, παρεισελθὼν δʼ εἰς τὴν πόλιν διὰ τοῦ πτώματος καὶ τῶν ἀντιστάντων πολλοὺς καταβαλὼν ἐκυρίευσε τῆς πόλεως καὶ τοὺς μὲν ἀλλοτρίως πρὸς αὐτὸν διακειμένους ἐφυγάδευσε, τοῖς δʼ ἄλλοις φιλανθρώπως προσηνέχθη.
そして、城壁に攻城兵器を近づけて活発かつ継続的な攻撃を行い、破城槌で城壁の一部を崩すと、その崩壊口から市内に入り込んで抵抗する者の多くを打ち倒して都市を占領し、自分に敵対的な態度をとっていた者たちを追放する一方、その他の者たちには親切に接した。
§16.8.3ἡ δὲ πόλις αὕτη κειμένη κατὰ τῆς Θρᾴκης καὶ τῶν σύνεγγυς τόπων εὐφυῶς πολλὰ συνεβάλετο τῷ Φιλίππῳ πρὸς αὔξησιν.
この都市はトラキアとその近隣の地域に対して有利な位置にあったため、フィリッポスの勢力拡大に大いに貢献した。
εὐθὺ γὰρ τὴν μὲν Πύδναν ἐχειρώσατο, πρὸς δὲ Ὀλυνθίους συμμαχίαν ἔθετο καὶ Ποτίδαιαν ὡμολόγησε περιποιήσειν αὐτοῖς, ὑπὲρ ἧς Ὀλύνθιοι πολλὴν σπουδὴν ἔσχον κυριεῦσαι τῆς πόλεως.
というのも、彼はすぐにピュドナを制圧し、オリュントス人たちと同盟を結んで、彼らが支配することを強く切望していた都市ポティダイアを彼らに獲得させることを約束したからである。
§16.8.4τῶν δʼ Ὀλυνθίων βαρεῖαν πόλιν οἰκούντων καὶ διὰ τὸ πλῆθος τῶν ἐν ταύτῃ ἐνοικούντων πολλὴν ἐχόντων ῥοπὴν εἰς τὸν πόλεμον περιμάχητος ἦν ἡ πόλις τοῖς ἡγεμονίας μείζονος ὀρεγομένοις.
オリュントス人たちは強力な都市に住み、その住民の多さゆえに戦争において大きな影響力を持っていたため、その都市はより大きな覇権を求める者たちにとって争奪の的であった。
διόπερ οἵ τε Ἀθηναῖοι καὶ ὁ Φίλιππος διεφιλοτιμοῦντο πρὸς ἀλλήλους περὶ τῆς τῶν Ὀλυνθίων συμμαχίας.
それゆえ、アテナイ人とフィリッポスは、オリュントス人との同盟をめぐって互いに激しく競い合っていた。
§16.8.5οὐ μὴν ἀλλʼ ὁ Φίλιππος Ποτίδαιαν ἐκπολιορκήσας τὴν μὲν τῶν Ἀθηναίων φρουρὰν ἐξήγαγεν ἐκ τῆς πόλεως καὶ φιλανθρώπως αὐτῇ προσενεγκάμενος ἐξαπέστειλεν εἰς τὰς Ἀθήνας·
とはいえ、フィリッポスはポティダイアを包囲攻略すると、アテナイ人の守備隊を都市から連れ出し、彼らに親切に接してアテナイへと送り返した。
σφόδρα γὰρ εὐλαβεῖτο τὸν δῆμον τῶν Ἀθηναίων διὰ τὸ βάρος καὶ τὸ ἀξίωμα τῆς πόλεως.
なぜなら、彼はアテナイの都市の重みと威厳のゆえに、その民衆を強く警戒していたからである。
τὴν δὲ πόλιν ἐξανδραποδισάμενος παρέδωκε τοῖς Ὀλυνθίοις, δωρησάμενος ἅμα καὶ τὰς κατὰ τὴν χώραν κτήσεις.
そして、ポティダイアの都市住民を奴隷にし、その領土の所有地とともにオリュントス人たちに引き渡し、それを彼らに贈与した。
§16.8.6μετὰ δὲ ταῦτα παρελθὼν ἐπὶ πόλιν Κρηνίδας ταύτην μὲν ἐπαυξήσας οἰκητόρων πλήθει μετωνόμασε Φιλίππους, ἀφʼ ἑαυτοῦ προσαγορεύσας, τὰ δὲ κατὰ τὴν χώραν χρύσεια μέταλλα παντελῶς ὄντα λιτὰ καὶ ἄδοξα ταῖς κατασκευαῖς ἐπὶ τοσοῦτον ηὔξησεν ὥστε δύνασθαι φέρειν αὐτῷ πρόσοδον πλεῖον ἢ ταλάντων χιλίων.
この後、彼はクレニデスという都市に進み、これを住民の数において拡張して、自らの名にちなんでフィリッポイと改名した。 そして、その地方にある金鉱山は、以前は設備がまったく粗末で無名だったが、これらを大いに拡張し、彼に千タラントン以上の収入をもたらすことができるようにした。
§16.8.7ἐκ δὲ τούτων ταχὺ σωρεύσας πλοῦτον αἰεὶ μᾶλλον διὰ τὴν εὐπορίαν τῶν χρημάτων εἰς ὑπεροχὴν μεγάλην ἤγαγε τὴν Μακεδονικὴν βασιλείαν·
これらから彼は速やかに富を蓄え、資金の豊富さによってマケドニア王国を常にいっそう大きな優位へと導いた。
νόμισμα γὰρ χρυσοῦν κόψας τὸ προσαγορευθὲν ἀπʼ ἐκείνου Φιλίππειον μισθοφόρων τε δύναμιν ἀξιόλογον συνεστήσατο καὶ τῶν Ἑλλήνων πολλοὺς διὰ τούτου προετρέψατο προδότας γενέσθαι τῶν πατρίδων.
すなわち、彼は自らの名にちなんで「フィリッペイオン」と呼ばれる金貨を鋳造し、かなりの傭兵軍を組織し、これによって多くのギリシア人たちに彼らの祖国の裏切り者となるよう促したのである。
ἀλλὰ περὶ μὲν τούτων αἱ κατὰ μέρος πράξεις ἕκαστα δηλώσουσιν, ἡμεῖς δʼ ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάσομεν τὸν λόγον.
しかし、これらについては個別の出来事がそれぞれを明らかにするであろう。 私たちは次の連続する出来事へと記述を移すことにしよう。