Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.9.1-16.9.6

ディオンのシケリア上陸と同盟軍の結集

517 / 723 箇所 · ギリシア語

要旨

アテナイとローマの官職任期を契機として、ディオンが極めて限定的な兵力と資金でディオニュシオスの強力な僭主権力に立ち向かうためにシケリアへと上陸し、現地で多くの同盟勢力を組織して大軍を結成する過程を記述する。

§16.9.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Ἀγαθοκλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γάιον Πόπλιον.
アテナイでアガトクレスがアルコンであった年、ローマ人たちはマルクス・ファビウスとガイウス・ポプリウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Δίων ὁ Ἱππαρίνου κατέπλευσεν εἰς τὴν Σικελίαν καταλύσων τὴν Διονυσίου τυραννίδα, ἐλαχίσταις δὲ τῶν πρὸ αὐτοῦ πάντων χρησάμενος ἀφορμαῖς μεγίστην δυναστείαν τῶν κατὰ τὴν Εὐρώπην κατέλυσεν ἀνελπίστως.
彼らの任期中に、ヒッパリノスの子ディオンは、ディオニュシオスの僭主政治を打倒するためにシケリアへと船で渡ったが、彼以前のすべての人々のうちで最もわずかな手段しか用いなかったにもかかわらず、ヨーロッパにおける最大の支配権力を、予想に反して打倒した。
§16.9.2τίς γὰρ ἂν πιστεύσειεν ὅτι δυσὶ φορτηγοῖς ναυσὶ καταπλεύσας περιεγένετο δυνάστου ναῦς μὲν μακρὰς ἔχοντος τετρακοσίας, στρατιώτας δὲ πεζοὺς μὲν εἰς δέκα μυριάδας, ἱππεῖς δὲ μυρίους, ὅπλων δὲ καὶ σίτου καὶ χρημάτων τοσαύτην παρασκευὴν ὅσην εἰκός ἐστι κεκτῆσθαι τὸν μέλλοντα χορηγήσειν δαψιλῶς ταῖς προειρημέναις δυνάμεσι, χωρὶς δὲ τῶν εἰρημένων πόλιν μὲν ἔχοντα μεγίστην τῶν Ἑλληνίδων, λιμένας δὲ καὶ νεώρια καὶ κατεσκευασμένας ἀκροπόλεις ἀναλώτους, ἔτι δὲ συμμάχων δυνατῶν ἔχοντα πλῆθος;
というのも、わずか2隻の商船で上陸した者が、軍船を400隻、歩兵を10万にまで、騎兵を1万人擁し、武具や食糧、資金については、前述の軍勢に惜しみなく供給しようとする者が所有しているにふさわしいほどの、それほど大量の備えを有しており、さらにこれらとは別に、ギリシア人の都市の中で最大の都市を所有し、港湾や船首、そして構築された難攻不落の要塞を擁し、さらに強力な同盟者の多数を擁している、そのような支配者に打ち勝ったということを、誰が信じただろうか。
§16.9.3αἰτία δʼ ὑπῆρχε τῷ Δίωνι τῶν προτερημάτων μάλιστα μὲν ἡ ἰδία λαμπρότης τῆς ψυχῆς καὶ ἀνδρεία καὶ ἡ τῶν ἐλευθεροῦσθαι μελλόντων εὔνοια, τὸ δὲ τούτων ἁπάντων μεῖζον ἥ τε ἀνανδρία τοῦ τυράννου καὶ τὸ τῶν ἀρχομένων πρὸς αὐτὸν μῖσος·
ディオンにとっての成功の原因となったのは、とりわけ彼自身の魂の高潔さと勇敢さ、そして解放されることになる人々が寄せる好意であったが、これらすべてよりも大きかったのは、僭主の臆病さと、被支配者たちの彼に対する憎しみであった。
πάντα γὰρ ταῦτα πρὸς ἕνα καιρὸν συνδραμόντα παραδόξως τὰς ἀπιστουμένας πράξεις πρὸς τέλος ἤγαγεν.
なぜなら、これらすべての要因がただ一つの機会に重なり合ったことで、不可能と思われた偉業が、予想に反して達成へと導かれたからである。
§16.9.4ἡμεῖς δʼ ἀφέμενοι τούτων τῶν λόγων ἐπὶ τὴν ἀναγραφὴν τῶν κατὰ μέρος πεπραγμένων τρεψόμεθα.
私たちはこれらの議論を離れ、個別の出来事の記録へと向かうことにしよう。
Δίων γὰρ ἐκ Ζακύνθου τῆς πρὸς Κεφαλληνίαν δυσὶ φορτίσι ναυσὶν ἀναχθεὶς κατέπλευσε τῆς Ἀκραγαντίνης εἰς τὴν ὀνομαζομένην Μίνῳαν.
ディオンは、ケファレニアの近くにあるザキュントスから2隻の貨物船で出帆し、アクラガス領内の、ミノアと呼ばれる場所に上陸した。
αὕτη δὲ τὸ μὲν παλαιὸν ὑπὸ Μίνωος ἐκτίσθη τοῦ βασιλέως Κρητῶν, καθʼ ὃν καιρὸν ζητῶν Δαίδαλον ἐπεξενώθη Κωκάλῳ τῷ βασιλεῖ τῶν Σικανῶν·
この都市は、古くはクレタ人の王ミノスによって創建されたが、それは彼がダイダロスを捜し求めていた時に、シカノイ人の王コカロスのもとに身を寄せ、もてなされた時のことである。
κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἡ μὲν πόλις αὕτη τοῖς Καρχηδονίοις ὑπήκουεν, ὁ δʼ ἐπιστάτης αὐτῆς, ὄνομα Πάραλος, φίλος ὢν Δίωνος προθύμως ὑπεδέξατʼ αὐτόν.
しかし、現在扱っている時代においては、この都市はカルタゴ人たちに服属しており、その地の長官で、名をパラロスという男は、ディオンの友人であったため、彼を熱意を込めて迎え入れた。
§16.9.5ὁ δὲ Δίων ἐξελόμενος ἐκ τῶν φορτηγῶν πανοπλίας πεντακισχιλίας τῷ Παράλῳ παρέδωκεν καὶ παρεκάλεσεν αὐτὸν ἁμάξαις παρακομίσαι πρὸς τὰς Συρακούσσας·
ディオンは商船から5000組の完全武装を荷下ろししてパラロスに引き渡し、それを荷車でシラクサへと輸送するよう彼に依頼した。
αὐτὸς δὲ τοὺς μισθοφόρους παραλαβών, ὄντας χιλίους, προῆγεν ἐπὶ τὰς Συρακούσσας.
自身は1000人からなる傭兵たちを率いて、シラクサに向けて進軍した。
ἐν παρόδῳ δὲ τούς τε Ἀκραγαντίνους καὶ Γελῴους καί τινας τῶν τὴν μεσόγειον οἰκούντων Σικανῶν τε καὶ Σικελῶν, ἔτι δὲ Καμαριναίους πείσας συνελευθερῶσαι τοὺς Συρακοσίους προῆγεν ἐπὶ τὴν κατάλυσιν τοῦ τυράννου.
道すがら、アクラガス人、ゲラ人、そして内陸部に住むシカノイ人やシケロイ人の一部、さらにはカマリナ人たちを説得して、シラクサ人をともに解放することに同意させ、僭主の打倒に向けて進軍した。
§16.9.6πολλῶν δὲ πάντοθεν συρρυέντων μετὰ τῶν ὅπλων ταχὺ πλείους τῶν δισμυρίων στρατιωτῶν ἠθροίσθησαν.
四方八方から多くの人々が武器を携えて集まってきたため、瞬く間に2万人を超える兵士が集結した。
οὐδὲν δʼ ἧττον καὶ πολλοὶ τῶν ἐκ τῆς Ἰταλίας Ἑλλήνων καὶ Μεσσηνίων μετεπέμφθησαν καὶ πάντες σὺν πολλῇ προθυμίᾳ κατὰ σπουδὴν ἧκον.
そればかりでなく、イタリア在住の多くのギリシア人やメッセネ人も呼び寄せられ、全員が大いなる熱意をもって急ぎ到来した。

語釈・文法注

  1. 16.9.2ἔχοντα — この語(および最後の節の ἔχοντα πλῆθος の ἔχοντα)は、属格 δυνάστου を修飾する分詞であるため本来は属格 ἔχοντος であるべきだが、ここでは文が長くなる中で対格へとずれる文法的な破格(アナコルシ)が生じている。前半の ναῦς μὲν μακρὰς ἔχοντος は正しく属格形をとっている。
  2. 16.9.2τὸν μέλλοντα — 非人称表現 εἰκώς ἐστι の補文となる対格不定詞構文(A.C.I.)において、不定詞 κεκτῆσθαι の意味上の主語(対格)である。さらにこの τὸν μέλλοντα (〜しようとする者)は、自身が未来不定詞 χορηγήσειν を従えている。
  3. 16.9.4τῆς Ἀκραγαντίνης — 女性単数属格形であり、通常省略されている名詞 χώρας(土地、領域)を修飾している。「アクラガス領の土地におけるミノア」という広域的な地域表示(地名属格)として機能している。
  4. 16.9.6πλείους — πλείονες(比較級 πλείων の男性複数主格)の縮約形。比較の属格 τῶν δισμυρίων とともに用いられ、動詞 ἠθροίσθησαν の主語となっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.9.1-16.9.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.9.1-16.9.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。