§16.7.1ἅμα δὲ τούτοις πραττομένοις Ἀνδρόμαχος ὁ Ταυρομενίτης, Τιμαίου μὲν τοῦ τὰς ἱστορίας συγγράψαντος πατὴρ ὤν, πλούτῳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων ἤθροισε τοὺς ἐκ τῆς Νάξου τῆς κατασκαφείσης ὑπὸ Διονυσίου περιλειφθέντας.
これらの出来事と同時に、タウロメニオンのアンドロマコスは、歴史を著したティマイオスの父であり、富と魂の輝かしさにおいて傑出していたが、ディオニュシオスによって破壊されたナクソスの生き残りを集めた。
οἰκίσας δὲ τὸν ὑπὲρ τῆς Νάξου λόφον τὸν ὀνομαζόμενον Ταῦρον καὶ μείνας κατʼ αὐτὸν πλείω χρόνον ἀπὸ τῆς ἐπὶ τοῦ Ταύρου μονῆς ὠνόμασε Ταυρομένιον.
彼はナクソスの上方にあるタウロスと呼ばれる丘に入植させ、そこに長い間留まった後、タウロスでの滞在にちなんでそこをタウロメニオンと名付けた。
ταχὺ δὲ τῆς πόλεως ἐπίδοσιν λαμβανούσης οἱ μὲν οἰκήτορες μεγάλους περιεποιήσαντο πλούτους, ἡ δὲ πόλις ἀξιόλογον ἀξίωμα περιποιησαμένη τὸ τελευταῖον ἐν τῷ καθʼ ἡμᾶς βίῳ Καίσαρος ἀναστήσαντος τοὺς Ταυρομενίτας ἐκ τῆς πατρίδος τῶν Ῥωμαίων ἀποικίαν ἐδέξατο.
速やかにその都市が発展するにつれて住民たちは莫大な富を獲得し、一方でその都市は相当な地位を獲得して、最終的には私たちの時代において、カエサルがタウロメニオンの人々を故郷から立ち退かせた際、ローマ人の植民都市を受け入れた。
§16.7.2ἅμα δὲ τούτοις πραττομένοις οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἐστασίασαν πρὸς ἀλλήλους καὶ τῶν μὲν τοὺς Βοιωτούς, τῶν δὲ τοὺς Ἀθηναίους ἐπικαλεσαμένων συνέστη πόλεμος κατὰ τὴν Εὔβοιαν.
これらの出来事と同時に、エウボイアに住む人々が互いに内紛を起こし、一方の側がボイオティア人を、他方の側がアテナイ人を呼び求めたため、エウボイア全域で戦争が勃発した。
γενομένων δὲ πλειόνων συμπλοκῶν καὶ ἀκροβολισμῶν ὁτὲ μὲν οἱ Θηβαῖοι προετέρουν, ὁτὲ δʼ οἱ Ἀθηναῖοι τὴν νίκην ἀπεφέροντο.
多くの小競り合いや小戦が起こり、ある時はテーバイ人が優勢になり、またある時はアテナイ人が勝利を収めた。
μεγάλη μὲν οὖν παράταξις οὐδεμία συνετελέσθη· τῆς δὲ νήσου διὰ τὸν ἐμφύλιον πόλεμον καταφθαρείσης καὶ πολλῶν ἀνθρώπων παρʼ ἀμφοτέρων διαφθαρέντων μόγις ταῖς συμφοραῖς νουθετηθέντες εἰς ὁμόνοιαν ἦλθον καὶ τὴν εἰρήνην συνέθεντο πρὸς ἀλλήλους.
大規模な会戦は一度も行われなかったが、内戦によって島が荒廃し、双方から多くの人々が失われたため、災難によってようやく警告を受けて和解に至り、互いに和平を締結した。
οἱ μὲν οὖν Βοιωτοὶ τὴν εἰς οἶκον ἐπάνοδον ποιησάμενοι τὴν ἡσυχίαν ἦγον.
そこでボイオティア人は帰国の途につき、穏やかに過ごした。
§16.7.3οἱ δʼ Ἀθηναῖοι Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων ἀποστάντων ἐνέπεσον εἰς πόλεμον τὸν ὀνομασθέντα συμμαχικόν, ὃς διέμεινεν ἔτη τρία.
一方アテナイ人は、キオス人、ロドス人、コス人、さらにビュザンティオン人が離反したため、「同盟戦争」と呼ばれる戦争に突入し、それは3年間続いた。
ἑλόμενοι δὲ στρατηγοὺς Χάρητα καὶ Χαβρίαν ἀπέστειλαν μετὰ δυνάμεως.
彼らはハレスとカブリアスを将軍に選び、軍勢とともに派遣した。
οὗτοι δὲ πλεύσαντες ἐπὶ τὴν Χίον κατέλαβον παραγεγονότας συμμάχους τοῖς Χίοις παρὰ Βυζαντίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Μαυσώλου τοῦ Καρῶν δυνάστου.
彼らはキオスへと航行し、ビュザンティオン人、ロドス人、コス人、さらにはカリアの支配者マウソロスからキオス人のもとへ同盟軍が到着しているのを見出した。
ἐκτάξαντες δὲ τὴν δύναμιν ἐπολιόρκουν τὴν πόλιν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
彼らは軍勢を配備して、陸海から同時にその都市を包囲した。
ὁ μὲν οὖν Χάρης τοῦ πεζοῦ στρατεύματος ἡγούμενος κατὰ γῆν προσῄει τοῖς τείχεσι καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως ἐκχυθέντας ἐπʼ αὐτὸν διηγωνίζετο·
そこでハレスは陸軍を率いて陸路から城壁に接近し、都市から彼に向けて突撃してきた者たちと激しく戦った。
ὁ δὲ Χαβρίας προσπλεύσας τῷ λιμένι ναυμαχίαν καρτερὰν συνεστήσατο καὶ τῆς νεὼς τοῖς ἐμβόλοις ἀναρραγείσης κατεπονεῖτο.
一方カブリアスは港へと船を進めて激しい海戦を展開したが、彼の船が衝角によって破壊されたため、窮地に陥った。
§16.7.4οἱ μὲν οὖν ἐπὶ τῶν ἄλλων νεῶν εἴξαντες τῷ καιρῷ διεσώθησαν, ὁ δʼ ἀντὶ τῆς ἥττης ἀλλαξάμενος τὸν εὐκλεᾶ θάνατον ἀγωνιζόμενος ὑπὲρ τῆς νεὼς καὶ τρωθεὶς ἐτελεύτησε.
他の船に乗っていた者たちは状況を考慮して退き、命を救われたが、彼は敗北の代わりに名誉ある死を選び、船のために戦い、傷を負って死んだ。