§16.69.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυκίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Ποπίλιον, Ὀλυμπιὰς δʼ ἤχθη ἑκατοστὴ καὶ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Ἀριστόλοχος Ἀθηναῖος.
アテナイでリュキスコスがアルコンであった時、ローマ人はマルクス・ウァレリウスとマルクス・ポピリウスを執政官に任命し、第百九回オリンピア競技会が開催されて、アテナイのアリストロコスがスタディオン競走で優勝した。
ἐπὶ δὲ τούτων Ῥωμαίοις μὲν πρὸς Καρχηδονίους πρῶτον συνθῆκαι ἐγένοντο.
これらの者の時に、ローマ人とカルタゴ人の間で最初の条約が結ばれた。
§16.69.2κατὰ δὲ τὴν Καρίαν Ἰδριεὺς ὁ δυνάστης τῶν Καρῶν ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἄδα ἡ ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη τέσσαρα.
カリアにおいては、カリア人の支配者イドリエウスが七年間支配したのちに死去し、その支配を継承した彼の妹であり妻であるアダが四年間支配した。
§16.69.3κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν Ἀδρανίτας καὶ Τυνδαρίτας εἰς συμμαχίαν προσλαβόμενος στρατιώτας οὐκ ὀλίγους παρʼ αὐτῶν παρέλαβεν, ἐν δὲ ταῖς Συρακούσσαις πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν Διονυσίου μὲν τὴν Νῆσον ἔχοντος, Ἱκέτα δὲ τῆς Ἀχραδινῆς καὶ Νέας πόλεως κυριεύοντος, Τιμολέοντος δὲ τὰ λοιπὰ τῆς πόλεως παρειληφότος, καὶ Καρχηδονίων τριήρεσι μὲν ἑκατὸν καὶ πεντήκοντα καταπεπλευκότων εἰς τὸν μέγαν λιμένα, πεζοῖς δὲ στρατιώταις πεντακισμυρίοις κατεστρατοπεδευκότων.
シチリアにおいては、ティモレオンはハドラノン人とテュンダリス人を同盟に引き入れて彼らから少なからぬ兵士を受け入れたが、他方シラクーサでは、ディオニュシオスが島を占有し、ヒケタスがアクラディナとネアポリスを支配し、ティモレオンが都市の残りの部分を掌握し、さらにカルタゴ人が百五十隻の三段櫂船で大港に入港して五万人の歩兵で陣営を張っていたため、大混乱が都市を支配していた。
διόπερ τῶν περὶ τὸν Τιμολέοντα καταπεπληγμένων τὸ πλῆθος τῶν πολεμίων ἄλογός τις καὶ παράδοξος ἐγένετο μεταβολή·
それゆえ、ティモレオンの一行が敵の多さに震え上がっていたところ、ある不可解で予期せぬ変化が生じた。
§16.69.4πρῶτον μὲν γὰρ Μάρκος ὁ τῶν Καταναίων τύραννος δύναμιν ἀξιόλογον ἔχων προσέθετο τῷ Τιμολέοντι, ἔπειτα πολλὰ τῶν φρουρίων ὀρεγόμενα τῆς ἐλευθερίας ἀπέκλινε πρὸς αὐτόν, τὸ δὲ τελευταῖον Κορίνθιοι δέκα ναῦς πληρώσαντες χρήματά τε πορίσαντες ἐξαπέστειλαν εἰς τὰς Συρακούσσας.
すなわち、まず第一に、カタナ人の僭主マルコスがかなりの軍勢を擁してティモレオンに合流し、次いで、自由を求めていた多くの砦が彼に味方し、最後には、コリントス人が十隻の船を艤装し、資金を調達してシラクーサへと派遣した。
§16.69.5ὧν πραχθέντων Τιμολέων μὲν ἐθάρρησεν, οἱ δὲ Καρχηδόνιοι φοβηθέντες ἀπέπλευσαν ἐκ τοῦ λιμένος ἀλόγως καὶ μετὰ πάσης τῆς δυνάμεως εἰς τὴν ἰδίαν ἐπικράτειαν ἀπηλλάγησαν.
これらのことが行われると、ティモレオンは勇気づけられ、他方カルタゴ人たちは恐れをなして、不可解にも港から出港し、全軍を率いて自国の支配領域へと退散した。
§16.69.6μονωθέντος δὲ τοῦ Ἱκέτα Τιμολέων περιγενόμενος τῶν πολεμίων ἐκράτησε τῶν Συρακουσσῶν.
ヒケタスが孤立すると、ティモレオンは敵を圧倒してシラクーサを支配した。
εὐθὺς δὲ καὶ τὴν Μεσσήνην μετατεθειμένην πρὸς Καρχηδονίους ἀνεκτήσατο.
そして直ちに、カルタゴ人の側に寝返っていたメッセネをも取り戻した。
§16.69.7καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
こうしてシチリアに関する事柄はこの状態にあった。
κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος πατρικὴν ἔχθραν διαδεδεγμένος πρὸς Ἰλλυριοὺς καὶ τὴν διαφορὰν ἀμετάθετον ἔχων ἐνέβαλεν εἰς τὴν Ἰλλυρίδα μετὰ πολλῆς δυνάμεως.
マケドニアにおいては、フィリッポスがイリュリア人に対する父祖伝来の敵意を引き継ぎ、不和を解消せぬまま、大軍を率いてイリュリアへと侵攻した。
πορθήσας δὲ τὴν χώραν καὶ πολλὰ τῶν πολισμάτων χειρωσάμενος μετὰ πολλῶν λαφύρων ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν.
そして土地を略奪し、多くの町を服従させて、多くの戦利品とともにマケドニアへと帰還した。
§16.69.8μετὰ δὲ ταῦτα παρελθὼν εἰς τὴν Θετταλίαν καὶ τοὺς τυράννους ἐκ τῶν πόλεων ἐκβαλὼν ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο τοὺς Θετταλούς·
その後、彼はテッサリアへと進出して各都市から僭主たちを追放し、テッサリア人たちを好意によって自らの味方につけた。
ἤλπιζε γὰρ τούτους ἔχων συμμάχους καὶ τοὺς Ἕλληνας ῥᾳδίως εἰς εὔνοιαν προτρέψασθαι·
なぜなら、彼は彼らを同盟者とすることで、ギリシア人たちをも容易に好意へと導くことができると期待していたからであり、まさにそれが実現したのである。
ὅπερ καὶ συνέβη γενέσθαι. εὐθὺς γὰρ οἱ πλησιόχωροι τῶν Ἑλλήνων συνενεχθέντες τῇ τῶν Θετταλῶν κρίσει συμμαχίαν προθύμως πρὸς αὐτὸν ἐποιήσαντο.
すなわち、近隣のギリシア人たちがテッサリア人の決定にすぐさま同意し、熱心に彼と同盟を結んだ。