§16.67.1Καρχηδόνιοι δὲ βραχὺ πρὸ τούτων τῶν καιρῶν πυθόμενοι τὸ μέγεθος τοῦ κατὰ Σικελίαν ἐσομένου πολέμου ταῖς μὲν κατὰ Σικελίαν συμμαχίσι πόλεσι φιλανθρώπως προσεφέροντο καὶ πρὸς τοὺς κατὰ τὴν νῆσον τυράννους τὴν διαφορὰν καταλύσαντες φιλίαν συνέθεντο, μάλιστα δὲ πρὸς Ἱκέταν τὸν τῶν Συρακοσίων δυναστεύοντα διὰ τὸ τοῦτον πλεῖον ἰσχύειν,
カルタゴ人たちは、これらの時期より少し前にシケリアで起ころうとしている戦争の規模を知ったので、シケリアにおける同盟都市に対しては友好的に接し、また島の中の僭主たちとは不和を解消して友好関係を築いた。 とりわけシラクーサを支配しているヒケタスとは、彼がより大きな力を持っているという理由から、その関係を強く結んだ。
§16.67.2αὐτοὶ δὲ πολλὴν δύναμιν ναυτικήν τε καὶ πεζικὴν παρασκευασάμενοι διεβίβασαν εἰς Σικελίαν, Ἄννωναστρατηγὸν ἐπιστήσαντες.
彼ら自身は多大な海戦力と陸上戦力を準備し、ハンノンを将軍に任命してシケリアへと渡らせた。
εἶχον δὲ μακρὰς ναῦς ἑκατὸν καὶ πεντήκοντα, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισμυρίους, ἅρματα δὲ τριακόσια, συνωρίδας δὲ ὑπὲρ τὰς δισχιλίας, χωρὶς δὲ τούτων ὅπλα καὶ βέλη παντοδαπὰ καὶ μηχανὰς πολιορκητικὰς παμπληθεῖς καὶ σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πλῆθος ἀνυπέρβλητον.
彼らは軍船百五十隻、歩兵五万人、戦車三百台、二頭立て馬車二千台以上を擁しており、これらとは別にあらゆる種類の武器や矢、極めて多数の攻城兵器、そして穀物やその他の必需品の圧倒的な量を携えていた。
§16.67.3ἐπὶ πρώτην δὲ τὴν τῶν Ἐντελλίνων πόλιν ἐλθόντες τήν τε χώραν ἐδῄωσαν καὶ τοὺς ἐγχωρίους εἰς πολιορκίαν συνέκλεισαν.
彼らはまずエンテラの人々の都市に至ると、その領地を略奪し、現地の住民たちを包囲の中に閉じ込めた。
οἱ δὲ τὴν πόλιν κατοικοῦντες Καμπανοὶ καταπλαγέντες τὸ μέγεθος τῆς δυνάμεως ἐξέπεμψαν εἰς τὰς ἄλλας πόλεις τὰς ἀλλοτρίως διακειμένας πρὸς Καρχηδονίους περὶ βοηθείας.
その都市に居住していたカンパニア人たちは、敵の兵力の規模に恐れをなし、カルタゴ人に対して敵対的な立場をとっていた他の諸都市へ救援を求めて使者を送った。
τῶν μὲν οὖν ἄλλων οὐδεὶς ὑπήκουσεν, οἱ δὲ τὴν Γαλερίαν πόλιν οἰκοῦντες ἐξέπεμψαν αὐτοῖς στρατιώτας ὁπλίτας χιλίους.
しかし他の都市はどこも応じず、ただガレリアの町に住む人々だけが、重装歩兵千人を彼らのもとに派遣した。
τούτοις δʼ ὑπαντήσαντες οἱ Φοίνικες καὶ περιχυθέντες τῷ πλήθει πάντας κατέκοψαν.
カルタゴ人たちはこれらを迎え撃ち、圧倒的な多さで包囲して、全員を斬り倒した。
§16.67.4οἱ δὲ τὴν Αἴτνην κατοικοῦντες Καμπανοὶ τὸ μὲν πρῶτον παρεσκευάζοντο συμμαχίαν ἐκπέμπειν εἰς τὴν Ἔντελλαν διὰ τὴν συγγένειαν, μετὰ δὲ ταῦτα τὴν τῶν Γαλερίνων συμφορὰν ἀκούσαντες ἔκριναν ἡσυχίαν ἄγειν.
アイトナに居住していたカンパニア人たちは、最初は同族関係のよしみからエンテラへと支援部隊を派遣する準備をしていたが、その後、ガレリアの人々の災難を耳にすると、動かずに静観することを決めた。