§16.64.1οἱ μὲν οὖν τῆς ἱεροσυλίας μετασχόντες τοῦτον τὸν τρόπον ὑπὸ τοῦ δαιμονίου τιμωρίας ἠξιώθησαν.
このようにして、神殿略奪に加わった者たちは、神的な力によって相応の罰を科された。
αἱ δʼ ἐπισημόταται πόλεις κοινωνήσασαι τῆς παρανομίας ὕστερον ὑπʼ Ἀντιπάτρου καταπολεμηθεῖσαι τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ἐλευθερίαν ἀπέβαλον.
また、その不法行為に加担した最も有力な諸都市は、後にアンティパトロスによって戦争で打ち破られ、覇権と同時に自由をも失った。
§16.64.2αἱ δὲ τῶν ἐν Φωκεῦσιν ἡγεμόνων γυναῖκες περιθέμεναι τοὺς χρυσοῦς ἐκ Δελφῶν ὅρμους οἰκείας τῆς ἀσεβείας τιμωρίας ἔτυχον·
一方、フォキスの指導者たちの妻たちで、デルポイから持ち出された金色の首飾りを身につけた者たちは、自らの不敬虔にふさわしい罰を受けた。
ἡ μὲν γὰρ τὸν τῆς Ἑλένης γεγενημένον φορέσασα εἰς ἑταιρικὴν αἰσχύνην ἐνέπεσε καὶ τὸ κάλλος προέβαλε τοῖς ἐξυβρίζειν προαιρουμένοις, ἡ δὲ τὸν τῆς Ἐριφύλης περιθεμένη τῆς οἰκίας ὑπὸ τοῦ πρεσβυτάτου τῶν υἱῶν ὑπὸ μανίας ἐμπυρισθείσης μετὰ ταύτης ζῶσα κατεφλέχθη.
というのも、ヘレネのものであった首飾りを身につけた者は、遊女としての不名誉な境遇に陥り、陵辱を望む者たちにその美貌を晒すことになったからであり、他方、エリピュレの首飾りを身につけた者は、息子のうちの長男が狂気に駆られて家に火を放ったため、その家とともに生きたまま焼き尽くされたからである。
οἱ μὲν οὖν τοῦ δαιμονίου καταφρονεῖν τολμήσαντες τὸν εἰρημένον τρόπον ὑπὸ τῶν θεῶν τιμωρίας ἠξιώθησαν,
このように、神的な力をあえて侮ろうとした者たちは、前述のような方法で神々から罰を科された。
§16.64.3ὁ δὲ τῷ μαντείῳ βοηθήσας Φίλιππος ἀπὸ τούτων τῶν χρόνων ἀεὶ μᾶλλον αὐξόμενος τὸ τελευταῖον διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν ἡγεμὼν ἀπεδείχθη τῆς Ἑλλάδος πάσης καὶ μεγίστην βασιλείαν τῶν κατὰ τὴν Εὐρώπην περιεποιήσατο.
これに対して、神託所を援助したフィリッポスは、この時代から常にますます勢力を伸ばし、最後には神への敬虔さのゆえに全ギリシアの指導者に推戴され、ヨーロッパで最大の王国を手に入れた。
ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες τὸν ἱερὸν πόλεμον ἐπάνιμεν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις.
われわれは神聖戦争について十分に語り終えたので、別の種類の歴史的出来事へと戻ることにする。