§16.66.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐβούλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Σερούιον Σουλπίκιον.
アテナイにおいてエウブロスがアルコンを務めていた年、ローマ人たちはマルクス・ファビウスとセルウィウス・スルピキウスを執政官に選出した。
ἐπὶ δὲ τούτων Τιμολέων ὁ Κορίνθιος προκεχειρισμένος ὑπὸ τῶν πολιτῶν ἐπὶ τὴν ἐν Συρακούσσαις στρατηγίαν παρεσκευάζετο πρὸς τὸν εἰς τὴν Σικελίαν ἔκπλουν.
彼らの任期中、シラクーサにおける将軍職に市民によって指名されていたコリントス人ティモレオンは、シケリアへの船出に向けて準備を整えていた。
§16.66.2ἑπτακοσίους μὲν οὖν ξένους ἐμισθώσατο, στρατιωτῶν δὲ τέσσαρας τριήρεις πληρώσας καὶ ταχυναυτούσας τρεῖς ἐξέπλευσεν ἐκ Κορίνθου.
そこで、彼はまず七百人の傭兵を雇い、兵士を乗せる三段櫂船四隻と快速船三隻の乗組員を満載にして、コリントスを出帆した。
ἐν παράπλῳ δὲ παρὰ Λευκαδίων καὶ Κορκυραίων τρεῖς ναῦς προσλαβόμενος ἐπεραιοῦτο δέκα ναυσὶ τὸν Ἰόνιον καλούμενον πόρον.
航海の途上、レウカス人およびコルキュラ人からさらに三隻の船を加え、十隻の船でイオニアと呼ばれる海路を渡っていった。
§16.66.3ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι τῷ Τιμολέοντι κατὰ τὸν πλοῦν, τοῦ δαιμονίου συνεπιλαβομένου τῆς ἐπιβολῆς καὶ προσημαίνοντος τὴν ἐσομένην περὶ αὐτὸν εὐδοξίαν καὶ λαμπρότητα τῶν πράξεων·
航海中、ティモレオンには奇妙で予期せぬ出来事が起こった。 神的な力が彼の企てを助け、将来彼が獲得する名声と、彼の行為の輝かしさをあらかじめ予兆したのである。
διʼ ὅλης γὰρ τῆς νυκτὸς προηγεῖτο λαμπὰς καιομένη κατὰ τὸν οὐρανὸν μέχρι οὗ συνέβη τὸν στόλον εἰς τὴν Ἰταλίαν καταπλεῦσαι.
すなわち、夜の間ずっと、天で燃える松明が、艦隊がイタリアに到着するまで彼らを先導した。
§16.66.4ὁ δὲ Τιμολέων προακηκοὼς ἦν ἐν Κορίνθῳ τῶν τῆς Δήμητρος καὶ Κόρης ἱερειῶν ὅτι κατὰ τὸν ὕπνον αὐταῖς αἱ θεαὶ προήγγειλαν συμπλεύσεσθαι τοῖς περὶ τὸν Τιμολέοντα κατὰ τὸν πλοῦν τὸν εἰς τὴν ἱερὰν αὐτῶν νῆσον.
ティモレオンは、コリントスにおいてデメテルとコレの巫女たちから、女神たちが夢の中で「自分たちはティモレオン一行とともに、彼女たちの聖なる島への航海を同行するつもりだ」と予告したことをあらかじめ聞いていた。
§16.66.5διόπερ ὁ Τιμολέων καὶ οἱ συμπλέοντες περιχαρεῖς ἦσαν, ὡς τῶν θεῶν συνεργουσῶν αὐτοῖς.
それゆえにティモレオンと同行者たちは、女神たちが自分たちを援助してくれていると考えて、非常に喜んだ。
τὴν δʼ ἀρίστην τῶν νεῶν καθιερώσας ταῖς θεαῖς ὁ Τιμολέων ὠνόμασεν αὐτὴν Δήμητρος καὶ Κόρης ἱεράν.
ティモレオンは船の中で最も優れたものを女神たちに捧げ、それを「デメテルとコレの聖船」と名付けた。
καταπλεύσαντος δὲ τοῦ στόλου χωρὶς κινδύνων εἰς Μεταπόντιον τῆς Ἰταλίας ἐπικατέπλευσε Καρχηδονία τριήρης ἔχουσα πρεσβευτὰς Καρχηδονίους.
艦隊が何事もなくイタリアのメタポンティオンに到着すると、カルタゴの使節を乗せたカルタゴの三段櫂船が一隻、後を追うように入港してきた。
§16.66.6οὗτοι δʼ ἐντυχόντες τῷ Τιμολέοντι διεμαρτύραντο μὴ κατάρχειν πολέμου μηδʼ ἐπιβαίνειν τῇ Σικελίᾳ.
彼らはティモレオンに面会すると、戦争を始めたりシケリアに上陸したりせぬよう公式に抗議した。
ὁ δὲ Τιμολέων, ἐπικαλουμένων αὐτὸν τῶν Ῥηγίνων καὶ συμμαχήσειν ἐπαγγελλομένων, ἐξέπλευσεν εὐθέως ἐκ τοῦ Μεταποντίου σπεύδων φθάσαι τὴν περὶ αὐτὸν φήμην·
しかしティモレオンは、レギオンの人々が自分を招き、同盟することを約束していたため、自分の噂が先んじて広まる前に到着しようと、直ちにメタポンティオンから船出した。
§16.66.7σφόδρα γὰρ εὐλαβεῖτο μήποτε Καρχηδόνιοι θαλασσοκρατοῦντες κωλύσωσιν αὐτὸν εἰς Σικελίαν διαπλεῦσαι.
というのも、彼は、海を支配しているカルタゴ人たちが自分をシケリアへと渡航するのを阻むことを、非常に警戒していたからである。
οὗτος μὲν οὖν κατὰ σπουδὴν ἐτέλει τὸν εἰς Ῥήγιον πλοῦν.
こうして彼は、急ぎレギオンへの航海を進めた。