§16.61.1δίκαιον δʼ εἶναι νομίζομεν πρῶτον ἀναγράψαι τὴν ἐκ θεῶν γενομένην τοῖς εἰς τὸ μαντεῖον παρανενομηκόσι κόλασιν, ὅλως γὰρ οὐ μόνον τοῖς αὐθένταις τῆς ἱεροσυλίας, ἀλλὰ καὶ πᾶσι τοῖς προσαψαμένοις μόνον τῆς παρανομίας ἀπαραίτητος ἐκ τοῦ δαιμονίου ἐπηκολούθησε τιμωρία.
私たちは、神託所に対して不敬の無法を働いた者たちに神々から下された罰を、まず記録するのが正しいと考える。 というのも、全体として、聖域略奪の直接の張本人たちだけでなく、その無法行為にただ接触しただけの人々全員に対しても、神的な力からの容赦のない報いが付きまとったからである。
§16.61.2ὁ μὲν γὰρ ἀρχιτέκτων τῆς καταλήψεως τοῦ ἱεροῦ Φιλόμηλος κατά τινα περίστασιν πολεμικὴν ἑαυτὸν κατεκρήμνισεν, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ὀνόμαρχος διαδεξάμενος τὴν τῶν ἀπονοηθέντων στρατηγίαν μετὰ τῶν συμπαραταξαμένων ἐν Θετταλίᾳ Φωκέων καὶ μισθοφόρων κατακοπεὶς ἐσταυρώθη.
実際、神殿占領の首謀者であったフィロメロスは、ある戦況の窮地において自ら崖から身を投げた。 彼の弟で、絶望的な者たちの指揮権を引き継いだオノマルコスは、テッサリアで彼とともに陣を敷いたフォキス人や傭兵たちとともに切り伏せられ、十字架にかけられた。
§16.61.3ὁ δὲ τρίτος καὶ πλεῖστα τῶν ἀναθημάτων κατακόψας Φάυλλος πολυχρονίῳ νόσῳ νοσήσας οὐδʼ ἀπολυθῆναι συντόμως τῆς τιμωρίας ἠδυνήθη.
第三の者で、奉納品の大部分を鋳つぶしたファユロスは、長引く病に罹り、罰から速やかに解放されることすらできなかった。
ὁ δʼ ἐπὶ πᾶσι Φάλαικος τὰ λείψανα τῆς ἱεροσυλίας ἀναλαβὼν ἐν πλάναις καὶ μεγάλοις φόβοις καὶ κινδύνοις ἐφʼ ἱκανὸν χρόνον ἐβίωσεν, οὐχ ἵνα μακαριώτερος γένηται τῶν συνασεβησάντων, ἀλλʼ ἵνα πλείω χρόνον στρεβλωθεὶς καὶ πολλοῖς διὰ τὴν ἀτυχίαν γενόμενος γνώριμος περιβόητον ἔχῃ τὴν συμφοράν.
そして最後の者であるファライコスは、聖域略奪の残骸を引き連れて、かなりの期間を放浪と大きな恐怖、そして危険の中で生きることになった。 それは、彼が不敬をともにした者たちよりも幸福になるためではなく、より長い時間苦悶にさいなまれ、その不運のゆえに多くの人々に知られることで、自らの破滅を世に響き渡るものにするためであった。
§16.61.4οὗτος γὰρ μετὰ τὴν ἐκ τῆς ὁμολογίας φυγὴν μετὰ τῶν μισθοφόρων τὸ μὲν πρῶτον διέτριβεν περὶ τὴν Πελοπόννησον, συνέχων τοὺς στρατιώτας ἐκ τῶν ἱεροσυληθέντων λειψάνων, μετὰ δὲ ταῦτα ἐν Κορίνθῳ μισθωσάμενος πλοῖα φορτηγὰ μεγάλα καὶ τέσσαρας ἔχων ἡμιολίας παρεσκευάζετο πρὸς τὸν εἰς Ἰταλίαν καὶ Σικελίαν πλοῦν, νομίζων ἐν τούτοις τοῖς τόποις ἢ καταλήψεσθαί τινα πόλιν ἢ τεύξεσθαι μισθοφορίας·
というのも、彼は合意による逃亡の後、傭兵たちとともに最初はペロポネソス地方の周辺に滞在し、略奪された財宝の残りで兵士たちを養っていたが、その後コリントスで大型の貨物船を雇い、4隻のヘミオリアを従えて、イタリアおよびシケリアへの航海の準備を進めたからである。 彼はこれらの地域で、ある都市を占領するか、あるいは傭兵の仕事を得られるだろうと考えていた。
ἐτύγχανε γὰρ Λευκανοῖς πρὸς Ταραντίνους συνεστηκὼς πόλεμος.
実際、リュカニア人とタレントス人との間で戦争が勃発していたのである。
πρὸς δὲ τοὺς συμπλέοντας ἔφη μετάπεμπτος πλεῖν ὑπὸ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας.
そして彼は、航行をともにする者たちに対して、イタリアやシケリアの人々に招かれて航海しているのだと語っていた。