§16.57.1τῆς δὲ τῶν ἱερῶν χρημάτων φθορᾶς τὴν μὴν ὅλην ἐπιγραφὴν ἔσκον Φωκεῖς, μετέσχον δὲ τῆς αἱρέσεως Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι συμμαχήσαντες τοῖς Φωκεῦσι καὶ οὐ κατὰ τὸ πλῆθος τῶν ἐκπεμπομένων στρατιωτῶν τοὺς μισθοὺς λαβόντες.
聖なる資金の略奪については、フォキス人がそのすべての非難を負ったが、アテナイ人とラケダイモン人も、フォキス人と同盟を結び、派遣した兵士の数に見合わない多額の給料を受け取ったことで、その奪取に加担していた。
§16.57.2οὕτω δὲ τοῖς Ἀθηναίοις ὁ χρόνος οὗτος ἤνεγκεν ἐξαμαρτάνειν εἰς τὸ δαιμόνιον ὥστε μικρὸν ἀνώτερον τῶν Δελφικῶν καιρῶν Ἰφικράτους διατρίβοντος περὶ Κόρκυραν μετὰ ναυτικῆς δυνάμεως καὶ Διονυσίου τοῦ Συρακοσίων δυνάστου πέμψαντος εἰς Ὀλυμπίαν καὶ Δελφοὺς ἀγάλματα ἐκ χρυσοῦ καὶ ἐλέφαντος δεδημιουργημένα περιτυχὼν ταῖς κομιζούσαις αὐτὰ ναυσὶν ὁ Ἰφικράτης καὶ κρατήσας αὐτῶν διεπέμψατο πρὸς τὸν δῆμον ἐπερωτῶν τί χρὴ πράττειν, οἱ δʼ Ἀθηναῖοι προσέταξαν αὐτῷ μὴ τὰ τῶν θεῶν ἐξετάζειν, ἀλλὰ σκοπεῖν ὅπως τοὺς στρατιώτας διαθρέψει.
このように、この時期はアテナイ人に神的な力に対して罪を犯すことをもたらしたため、デルポイの危機の少し前、イフィクラテスが海軍を率いてコルキュラ付近に滞在しており、シュラクサイの支配者ディオニュシオスが金と象牙で造られた像をオリンピアとデルポイへ送った際、イフィクラテスはそれらを運んでいた船に行き当たってこれを拿捕し、民衆にどのようにすべきかを尋ねる使者を送ったが、アテナイ人は彼に対し、神々のものについて詮索するのではなく、いかにして兵士たちを養うかを考えるように命じたほどであった。
§16.57.3Ἰφικράτης μὲν οὖν ὑπακούσας τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησε τὸν τῶν θεῶν κόσμον·
そこでイフィクラテスは、祖国の決議に従って、神々の装飾品を戦利品として売却した。
ὁ δὲ τύραννος ὀργισθεὶς τοῖς Ἀθηναίοις ἔγραψε πρὸς αὐτοὺς ἐπιστολὴν τοιαύτην.
一方、僭主はアテナイ人に怒り、彼らに次のような書簡を送った。
Διονύσιος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ εὖ μὲν πράττειν οὐκ ἐπιτήδειόν ἐστι γράφειν, ἐπεὶ τοὺς θεοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἱεροσυλεῖτε καὶ τὰ ἀγάλματα τὰ εἰς ἀνάθεσιν ὑφʼ ἡμῶν τοῖς θεοῖς ἀπεσταλμένα παρελόμενοι κατεκόψατε καὶ περὶ τοὺς μεγίστους τῶν θεῶν ἠσεβήκατε, περὶ τὸν Ἀπόλλωνα τὸν ἐν Δελφοῖς καὶ τὸν Δία τὸν Ὀλύμπιον.
「ディオニュシオスからアテナイの評議会および民衆へ。 諸君が健勝であることを祈ると書くのは適切ではない。 なぜなら、諸君は陸でも海でも神々から略奪し、我々によって神々に奉納するために送られた像を奪って鋳つぶし、最も偉大な神々、すなわちデルポイのアポロンとオリンピアのゼウスに対して不敬を働いたからである。
§16.57.4Ἀθηναῖοι μὲν οὖν περὶ τὸ θεῖον τοιαῦτʼ ἔπραξαν, καὶ ταῦτα εὐχόμενοι τὸν Ἀπόλλωνα πατρῷον αὐτῶν εἶναι καὶ πρόγονον·
」アテナイ人は神的なものに対してこのようなことを行ったが、しかもアポロンが彼らの祖神であり先祖であると公言していながらのことであった。
Λακεδαιμόνιοι δὲ τῷ περὶ Δελφοὺς μαντείῳ χρησάμενοι καὶ τὴν θαυμαζομένην παρὰ πᾶσι πολιτείαν διὰ τούτου κτησάμενοι καὶ περὶ τῶν μεγίστων ἔτι καὶ νῦν τὸν θεὸν ἐπερωτῶντες ἐτόλμησαν τοῖς τὸ ἱερὸν συλήσασι κοινωνῆσαι τῆς παρανομίας.
一方、ラケダイモン人は、デルポイの神託を利用し、それによって万人に称賛される国制を手に入れ、今なお最も重大な事柄について神に問い尋ねていながら、神殿を略奪した者たちとその不法行為を共にするような恐れ多いことをしたのである。