§16.53.1τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Θεόφιλος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Γάιος Σουλπίκιος καὶ Γάιος Κοΐντιος, Ὀλυμπιὰς δʼ ἤχθη ὀγδόη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Πολυκλῆς Κυρηναῖος.
この年が過ぎると、アテナイではテオフィロスがアルコンであり、ローマではガイウス・スルピキウスとガイウス・クィンティウスがコンスルに任命された。 そして第百八回オリンピア祭が開催され、そのにおいてキュレネのポリュクレスがスタディオン競走で優勝した。
§16.53.2ἐπὶ δὲ τούτων Φίλιππος μὲν σπεύδων τὰς ἐφʼ Ἑλλησπόντῳ πόλεις χειρώσασθαι Μηκύβερναν μὲν καὶ Τορώνην χωρὶς κινδύνων διὰ προδοσίας παρέλαβεν, ἐπὶ δὲ τὴν μεγίστην τῶν περὶ τοὺς τόπους τούτους πόλεων Ὄλυνθον στρατεύσας μετὰ πολλῆς δυνάμεως τὸ μὲν πρῶτον νικήσας τοὺς Ὀλυνθίους δυσὶ μάχαις συνέκλεισεν εἰς πολιορκίαν, προσβολὰς δὲ συνεχεῖς ποιούμενος πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν ἐν ταῖς τειχομαχίαις·
彼らの時に、フィリッポスはヘレスポントス沿岸の都市を支配下に置くことを急いで、メキュベルナとトロネを危険を冒すことなく裏切りによって手に入れた。 そして、これらの地域で最大の都市であるオリントスに対して大軍を率いて遠征し、最初はオリントス人を二度の戦いで破って包囲戦に追い込んだが、絶え間ない攻撃を仕掛ける中で、城壁をめぐる戦闘において多くの兵士を失った。
τὸ δὲ τελευταῖον φθείρας χρήμασι τοὺς προεστηκότας τῶν Ὀλυνθίων, Εὐθυκράτην τε καὶ Λασθένην, διὰ τούτων προδοθεῖσαν τὴν Ὄλυνθον εἷλεν.
しかし最後には、オリントス人の指導者たちであるエウテュクラテスとラステネスを金で買収し、彼らを通じて裏切られたオリントスを占領した。
§16.53.3διαρπάσας δʼ αὐτὴν καὶ τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενος ἐλαφυροπώλησε.
彼はこの都市を略奪し、住民を奴隷にして売り払った。
τοῦτο δὲ πράξας χρημάτων τε πολλῶν εἰς τὸν πόλεμον εὐπόρησε καὶ τὰς ἄλλας πόλεις τὰς ἐναντιουμένας κατεπλήξατο.
これを行ったことで、彼は戦争のための豊富な資金を手に入れ、敵対する他の都市たちを震え上がらせた。
τοὺς δὲ ἀνδραγαθήσαντας τῶν στρατιωτῶν κατὰ τὴν μάχην ἀξίαις δωρεαῖς τιμήσας καὶ χρημάτων πλῆθος διαδοὺς τοῖς ἐν ταῖς πόλεσιν ἰσχύουσι πολλοὺς ἔσχε προδότας τῶν πατρίδων.
また、戦闘において勇敢に戦った兵士たちにふさわしい贈り物を授けてその功を称え、都市において権力を持つ者たちに多額の金を分け与えることで、自らの祖国を裏切る多くの者たちを獲得した。
καὶ αὐτὸς δὲ ἀπεφαίνετο διὰ χρυσίου πολὺ μᾶλλον ἢ διὰ τῶν ὅπλων ηὐξηκέναι τὴν ἰδίαν βασιλείαν.
そして彼自身も、自らの王国を拡大したのは武器によるよりもはるかに金(黄金)によるものであると公言していた。