§16.5.1ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τὴν Μακεδονικὴν καὶ τὴν Ἰλλυρίδα διήλθομεν, μεταβησόμεθα πρὸς τὰς ἑτερογενεῖς πράξεις.
しかし私たちは、マケドニアとイリュリアに関する事柄を語り終えたので、別の種類の出来事へと移ることにしよう。
κατὰ γὰρ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ὁ νεώτερος παρειληφὼς μὲν τὴν δυναστείαν ἐν τοῖς ἀνωτέρω καιροῖς, ἄπρακτος δʼ ὢν καὶ πολὺ τοῦ πατρὸς καταδεέστερος προσεποιεῖτο διὰ τὴν ἀπραγίαν εἰρηνικὸς εἶναι καὶ πρᾷος τὸν τρόπον.
というのも、シケリアにおいては、シュラクサイの若い方の僭主ディオニュシオスが、先の時期に支配権を引き継いでいたものの、活動的ではなく父よりもはるかに劣っていたため、自らの無活動さゆえに、気性において平和を好み、かつ穏やかであると装っていたからである。
§16.5.2διόπερ πρὸς Καρχηδονίους διαδεδεγμένος τὸν πόλεμον πρός τε τούτους εἰρήνην συνέθετο καὶ πρὸς Λευκανοὺς ὁμοίως διαπολεμήσας ἀργῶς ἐπί τινα χρόνον καὶ ταῖς τελευταίαις μάχαις ἐπὶ τοῦ προτερήματος γενόμενος ἀσμένως πρὸς αὐτοὺς κατελύσατο τὸν πόλεμον.
それゆえ、カルタゴ人との戦争を引き継いでいたが、彼らと平和条約を結び、また同様に、ルカニア人たちに対しても、しばらくの間無気力に戦争を続けたのち、最後の戦いにおいて優勢に立ったものの、喜んで彼らとの戦争を終わらせた。
§16.5.3κατὰ δὲ τὴν Ἀπουλίαν δύο πόλεις ἔκτισε βουλόμενος ἀσφαλῆ τοῖς πλέουσι τὸν Ἰόνιον πόρον ποιῆσαι·
またアプリアにおいては二つの都市を創建したが、これはイオニア海を航行する人々にとって、その航路を安全なものにしたいと望んでのことであった。
οἱ γὰρ τὴν παραθαλάττιον οἰκοῦντες βάρβαροι λῃστρίσι πολλαῖς πλέοντες ἄπλουν τοῖς ἐμπόροις παρεσκεύαζον πᾶσαν τὴν περὶ τὸν Ἀδρίαν θάλατταν.
というのも、沿岸に住む野蛮人たちが、多くの海賊船で航行し、アドリア海全域を商人たちにとって航行不能にしていたからである。
§16.5.4μετὰ δὲ ταῦτα δοὺς ἑαυτὸν εἰς βίον εἰρηνικὸν ἐξέλυσε μὲν τῶν στρατιωτῶν τὰς ἐν τοῖς πολεμικοῖς γυμνασίας, μεγίστην δὲ τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν παραλαβὼν τὴν ἀρχὴν καὶ τὴν ὑπὸ τοῦ πατρὸς λεγομένην ἀδάμαντι δεδέσθαι τυραννίδα διὰ τὴν ἰδίαν ἀνανδρίαν παραδόξως ἀπέβαλεν.
こののち、自らを平和な生活へと委ね、兵士たちの軍事訓練を廃止してしまったが、ヨーロッパの支配権の中で最大のものとしての権力を引き継ぎ、また彼の父によって「金剛石で縛られている」と言われた僭主の地位を、彼自身の意気地のなさのために、驚くべきことに失ってしまった。
τὰς δὲ αἰτίας τῆς καταλύσεως καὶ τὰς κατὰ μέρος πράξεις ἀναγράφειν πειρασόμεθα.
その崩壊の原因と、個々の出来事については、これから記述することを試みる。