§16.31.1μετὰ δὲ ταῦτα οἱ μὲν Βοιωτοὶ κατὰ τὰς προνομὰς ζωγρήσαντες οὐκ ὀλίγους τῶν μισθοφόρων, προαγαγόντες πρὸ τῆς πόλεως ἐκήρυξαν ὅτι τούσδε τοὺς ἄνδρας οἱ Ἀμφικτύονες στρατευσαμένους μετὰ τῶν ἱεροσύλων θανάτῳ κολάζουσιν·
この後、ボイオティア人たちは略奪作戦の最中に少なくない数の傭兵を捕虜にし、都市の前に引き出して、「これら(お前たち)男たちを、隣隣同盟は、神殿掠奪者たちとともに従軍した者として、死刑に処す」と布告した。
εὐθὺς δὲ καὶ τῶν ἔργων τοῖς λόγοις ἀκολουθούντων ἅπαντας κατηκόντισαν.
そして直ちに、行動が言葉に伴い、全員を投げ槍で突き殺した。
§16.31.2ἐπὶ δὲ τούτοις οἱ παρὰ τοῖς Φωκεῦσι μισθοφόροι παροξυνθέντες ἠξίουν τὸν Φιλόμηλον τῆς ὁμοίας τιμωρίας ἀξιῶσαι τοὺς πολεμίους, μεγάλην δὲ φιλονεικίαν εἰσενεγκάμενοι καὶ πολλοὺς τῶν κατὰ τὴν χώραν πλανωμένων παρὰ τοῖς πολεμίοις ζωγρήσαντες ἀνήγαγον, οὓς ἅπαντας ὁ Φιλόμηλος κατηκόντισε.
これに対して、フォキス人側の傭兵たちは憤慨し、フィロメロスに対して、敵にも同様の処罰を科すことを求めた。 彼らは多大な対抗意識を燃やし、敵側のうちでその地域を徘徊していた多くの者を捕虜にして連行してきたが、フィロメロスは彼らを全員投げ槍で突き殺した。
διὰ δὲ ταύτης τῆς κολάσεως τοὺς ἐναντίους ἐποίησαν μεθέσθαι τῆς ὑπερηφάνου καὶ δεινῆς τιμωρίας.
この処罰によって、彼らは敵対者たちにその傲慢で過酷な処罰を思いとどまらせた。
§16.31.3μετὰ δὲ ταῦτα τῶν δυνάμεων εἰς ἄλλην χώραν ἐμβαλουσῶν καὶ τὴν ὁδοιπορίαν ποιουμένων διὰ τόπων καταδένδρων καὶ τραχέων ἄφνω συνέμιξαν ἀλλήλοις οἱ προηγούμενοι τῆς στρατιᾶς.
この後、両軍が別の地域に侵入し、樹木の生い茂る険しい場所を通って進軍していたとき、突如、軍の先頭の者たち同士が衝突した。
γενομένης δὲ συμπλοκῆς, εἶτα μάχης ἰσχυρᾶς οἱ Βοιωτοὶ τῷ πλήθει πολὺ προέχοντες ἐνίκησαν τοὺς Φωκεῖς.
小競り合いが起こり、次いで激しい戦闘となったが、ボイオティア人が数において遥かに勝っていたため、フォキス人を破った。
§16.31.4τῆς δὲ φυγῆς γινομένης διὰ τόπου κρημνώδους καὶ δυσεξίτου πολλοὶ τῶν τε Φωκέων καὶ μισθοφόρων κατεκόπησαν·
敗走が崖の多い通り抜けにくい場所で行われたため、フォキス人と傭兵の多くの者が切り倒された。
ὁ δὲ Φιλόμηλος ἐκθύμως ἀγωνισάμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν εἴς τινα κρημνώδη τόπον συνεκλείσθη·
しかしフィロメロスは死に物狂いで戦い、多くの傷を負って、ある崖地に追い詰められた。
οὐκ ἔχων δὲ διέξοδον καὶ φοβούμενος τὴν ἐκ τῆς αἰχμαλωσίας αἰκίαν ἑαυτὸν κατεκρήμνισε καὶ τοῦτον τὸν τρόπον δοὺς τῷ δαιμονίῳ δίκας κατέστρεψε τὸν βίον.
彼は逃げ道がなく、捕虜となることによる辱めを恐れて、自らを崖から投げ落とし、このようにして神罰としての報いを神に受けて、その生涯を終えた。
§16.31.5ὁ δὲ συνάρχων αὐτῷ στρατηγὸς Ὀνόμαρχος διαδεξάμενος τὴν ἡγεμονίαν καὶ μετὰ τῆς ἀνασωζομένης δυνάμεως ἀναχωρήσας ἀνελάμβανε τοὺς ἐκ τῆς φυγῆς ἐπανιόντας.
彼の同僚の将軍であるオノマルコスは指揮権を引き継ぎ、生き残った軍勢とともに退却して、敗走から戻ってくる者たちを収容した。
§16.31.6ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Μεθώνην μὲν ἐκπολιορκήσας καὶ διαρπάσας κατέσκαψε, Παγασὰς δὲ χειρωσάμενος ἠνάγκασεν ὑποταγῆναι.
これらのことが行われているのと同時に、マケドニアの王フィリッポスはメトネを包囲攻略して掠奪した後に破壊し、パガサイを征服して屈服させた。
κατὰ δὲ τὸν Πόντον Λεύκων ὁ τοῦ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τεσσαράκοντα, τὴν δὲ ἀρχὴν διαδεξάμενος Σπάρτακος ὁ υἱὸς ἐβασίλευσεν ἔτη πέντε.
ポントス地方では、ボスポロス王レウコンが四十年間統治した後に死去し、その支配を引き継いだ息子のスパルタコスが五年間王位に就いた。
§16.31.7Ῥωμαίοις δὲ πρὸς Φαλίσκους συνέστη πόλεμος καὶ μέγα μὲν οὐδὲν οὐδʼ ἄξιον μνήμης ἐπετελέσθη, καταδρομαὶ δὲ καὶ πορθήσεις τῆς χώρας τῶν Φαλίσκων ἐγίνοντο.
ローマ人にはファリスク人との戦争が起こったが、記憶に値するような大事件は何も成し遂げられず、ファリスク人の領土への襲撃と略奪が行われた。
κατὰ δὲ τὴν Σικελίαν Δίωνος τοῦ στρατηγοῦ σφαγέντος ὑπὸ Ζακυνθίων τινῶν μισθοφόρων τὴν ἡγεμονίαν διεδέξατο Κάλλιππος ὁ τούτους πρὸς τὸν φόνον παρασκευάσας καὶ ἦρξε μῆνας τρεισκαίδεκα.
シケリアでは、将軍ディオンがザキュントス出身のある傭兵たちによって殺害され、彼らに暗殺を画策したカリッポスが支配を引き継いで十三ヶ月間統治した。