§16.32.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Θουδήμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Πόπλιον καὶ Μάρκον Φάβιον.
アテナイにおいてテウデモスがアルコンであった年、ローマ人たちはマルクス・ポプリウスとマルクス・ファビウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Βοιωτοὶ νενικηκότες τοὺς Φωκεῖς καὶ νομίσαντες τὸν αἰτιώτατον τῆς ἱεροσυλίας Φιλόμηλον ὑπὸ θεῶν καὶ ἀνθρώπων κεκολασμένον ἀποτρέψειν τοὺς ἄλλους ἀπὸ τῆς ὁμοίας κακίας ἀνέζευξαν εἰς τὴν οἰκείαν.
この彼らの任期中、ボイオティア人たちはフォキス人を破り、神殿掠奪の最大の元凶であるフィロメロスが神々と人間によって処罰された以上、他の者たちも同様の悪行から思いとどまるであろうと考えて、自国へと撤兵した。
§16.32.2οἱ δὲ Φωκεῖς ἀπολυθέντες τοῦ πολέμου κατὰ τὸ παρὸν ἐπανῆλθον εἰς Δελφοὺς καὶ συνελθόντες μετὰ τῶν συμμάχων εἰς κοινὴν ἐκκλησίαν ἐβουλεύοντο περὶ τοῦ πολέμου.
一方、フォキス人たちは当面は戦争から解放され、デルポイへと戻り、同盟者たちとともに民会を共同で招集して、戦争について評議した。
οἱ μὲν οὖν ἐπιεικέστατοι πρὸς τὴν εἰρήνην ἔρρεπον, οἱ δʼ ἀσεβεῖς καὶ τόλμῃ καὶ πλεονεξίᾳ διαφέροντες ἐφρόνουν τὰ ἐναντία καὶ περιεβλέποντο ζητοῦντες τὸν συνηγορήσοντα ταῖς σφετέραις παρανομίαις.
穏健な人々は平和へと傾いていたが、不敬で大胆さと強欲さにおいて際立っている者たちはこれに反対し、自分たちの違法行為を擁護してくれる者を求めて辺りを見回した。
§16.32.3Ὀνόμαρχος δὲ πεφροντισμένον λόγον διελθὼν ὑπὲρ τοῦ τηρεῖν τὴν ἐξ ἀρχῆς προαίρεσιν προετρέψατο τὰ πλήθη πρὸς τὸν πόλεμον, οὐχ οὕτω τοῦ κοινῇ συμφέροντος προνοηθεὶς, ὡς τὸ ἴδιον λυσιτελὲς προκρίνας·
しかしオノマルコスは、当初からの基本方針を維持することについて、周到に準備された演説を行い、大衆を戦争へと促した。 それは、公共の利益を考慮したからというよりは、むしろ彼個人の利害を優先したからであった。
πολλαῖς γὰρ καὶ μεγάλαις δίκαις ὑπὸ τῶν Ἀμφικτυόνων ἦν καταδεδικασμένος ὁμοίως τοῖς ἄλλοις καὶ τὰ ὀφλήματα οὐκ ἐκτετικώς.
というのも、彼も他の者たちと同様に、隣隣同盟から多くの多額の罰金を科されており、その未払金を支払っていなかったからである。
διόπερ ὁρῶν αἰρετώτερον αὐτῷ τὸν πόλεμον ὄντα τῆς εἰρήνης εὐλόγως τοὺς Φωκεῖς καὶ συμμάχους παρώξυνε τηρεῖν τὴν ὑπόστασιν τοῦ Φιλομήλου.
それゆえ、平和よりも戦争の方が自分にとって望ましいと見て取った彼は、当然の成り行きとして、フォキス人とその同盟者たちを刺激し、フィロメロスの企てを維持させようとした。
§16.32.4αἱρεθεὶς δὲ στρατηγὸς αὐτοκράτωρ μισθοφόρων τε πλῆθος ἤθροιζε καὶ τὰς τῶν τετελευτηκότων τάξεις ἀναπληρώσας καὶ τῷ πλήθει τῶν ξενολογηθέντων αὐξήσας τὴν δύναμιν μεγάλας παρασκευὰς ἐποιεῖτο συμμάχων καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων.
そして、全権をもつ将軍に選出されると、彼は傭兵の軍勢を集め、戦死した者たちの隊列を補充し、新たに募兵した傭兵の数によって軍事力を増強し、同盟軍やその他戦争に役立つあらゆるものの膨大な準備を整えた。