§16.24.1τῶν δὲ Φωκέων διὰ τὸν ἐκ τῆς καταδίκης φόβον ἑλομένων αὐτὸν αὐτοκράτορα στρατηγὸν ὁ Φιλόμηλος ἐνεργῶς ἐπετέλει τὰς ἐπαγγελίας.
フォキス人たちが判決への恐怖からフィロメロスを全権将軍に選んだので、彼は約束を精力的に実行に移した。
πρῶτον μὲν γὰρ παρελθὼν εἰς τὴν Σπάρτην ἐν ἀπορρήτοις διελέχθη τῷ βασιλεῖ τῶν Λακεδαιμονίων Ἀρχιδάμῳ, ὅτι κοινὸς ὁ ἀγών ἐστιν αὐτῷ περὶ τοῦ ποιῆσαι τὰς κρίσεις τῶν Ἀμφικτυόνων ἀκύρους·
まず彼はスパルタに赴き、ラケダイモン人の王アルキダモスと秘密裏に会談し、アンピクテュオネスの判決を無効にすることに関して、この闘いはアルキダモスにとっても共通のものであると語った。
εἶναι γὰρ καὶ κατὰ τῶν Λακεδαιμονίων μεγάλας καὶ ἀδίκους ἀποφάσεις τῶν Ἀμφικτυόνων.
なぜなら、ラケダイモン人に対してもアンピクテュオネスによる重く不当な判決が存在するからである。
ἐδήλωσεν οὖν αὐτῷ διότι τοὺς Δελφοὺς καταλαβέσθαι διέγνωκε καὶ τῆς προστασίας ἐὰν ἐγκρατὴς γένηται τὰ δόγματα τῶν Ἀμφικτυόνων ἀκυρώσει.
それゆえ彼はアルキダモスに対し、自分はデルポイを占領することを決意しており、管理権を手に入れたならばアンピクテュオネスの決議を無効にするつもりであると明かした。
§16.24.2ὁ δʼ Ἀρχίδαμος ἀποδεξάμενος τὸν λόγον φανερῶς μὲν κατὰ τὸ παρὸν οὐκ ἔφησε βοηθήσειν, λάθρᾳ δὲ πάντα συμπράξειν χορηγῶν καὶ χρήματα καὶ μισθοφόρους.
一方、アルキダモスはその提案を受け入れ、公には現時点では援助しないと言ったが、密かに資金と傭兵の双方を提供して全面的に協力すると約束した。
ὁ δὲ Φιλόμηλος παρὰ μὲν τούτου πεντεκαίδεκα τάλαντα λαβών, ἰδίᾳ δὲ προσθεὶς οὐκ ἐλάττω τούτων μισθοφόρους τε ξένους ἐμισθώσατο καὶ τῶν Φωκέων ἐπέλεξε χιλίους, οὓς ὠνόμασε πελταστάς.
フィロメロスは彼から15タラントンを受け取り、私的にもこれに劣らない額を付け足して、外国人傭兵を雇い、またフォキス人の中から1000人を選抜して、彼らを軽装歩兵と名付けた。
§16.24.3ἀθροίσας δὲ στρατιωτῶν πλῆθος καὶ καταλαβόμενος τὸ μαντεῖον τούς τε Θρακίδας καλουμένους τῶν Δελφῶν ἐναντιουμένους ἀνεῖλε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσε·
彼は兵士の軍勢を集めて神託所を占拠すると、デルポイ人の中で「トラキダイ」と呼ばれる、敵対する者たちを殺害し、彼らの財産を没収した。
τοὺς δʼ ἄλλους ὁρῶν καταπεπληγμένους παρεκάλει θαρρεῖν ὡς οὐδενὸς ἐσομένου περὶ αὐτοὺς δεινοῦ.
また、その他の人々が恐怖に怯えているのを見て、彼らにいかなる災厄も及ばないはずだと言って、勇気を持つよう促した。
§16.24.4διαβοηθείσης δὲ τῆς περὶ τὸ ἱερὸν καταλήψεως Λοκροὶ μὲν οἱ πλησίον οἰκοῦντες παραχρῆμα ἐστράτευσαν ἐπὶ τὸν Φιλόμηλον.
神殿占領の知らせが広まると、近くに住むロクリス人たちが直ちにフィロメロスに対して軍を起こした。
γενομένης δὲ περὶ Δελφοὺς μάχης οἱ μὲν Λοκροὶ λειφθέντες καὶ πολλοὺς ἀποβαλόντες τῶν στρατιωτῶν ἔφυγον εἰς τὴν οἰκείαν, ὁ δὲ Φιλόμηλος ἐπαρθεὶς τῇ νίκῃ τὰς τῶν Ἀμφικτυόνων ἀποφάσεις ἔκ τε τῶν στηλῶν ἐξέκοψε καὶ τὰ περὶ τῶν καταδικῶν γράμματα κατέλυσεν,
デルポイの周辺で戦闘が起こり、ロクリス人たちは敗北して多くの兵士を失い、自国へと逃走した。 一方、フィロメロスは勝利に勢いを得て、石碑からアンピクテュオネスの判決を削り取り、有罪判決に関する記録を破棄した。
§16.24.5αὐτὸς δὲ διέδωκε λόγον ὡς οὔτε συλᾶν τὸ μαντεῖον διέγνωκεν οὔτʼ ἄλλην οὐδεμίαν παράνομον πρᾶξιν συντελεῖν βεβούλευται, τῆς δὲ προγονικῆς προστασίας ἀμφισβητῶν καὶ τὰς τῶν Ἀμφικτυόνων ἀδίκους ἀποφάσεις ἀκυρῶσαι βουλόμενος βοηθεῖν τοῖς πατρίοις νόμοις τῶν Φωκέων.
そして彼自身は、自分は神託所を略奪するつもりは毛頭なく、また他のいかなる不法な行為をも行うことを計画してはいないという声明を流した。 ただ、祖先伝来の管理権を主張し、またアンピクテュオネスの不当な判決を無効にすることを望んで、フォキス人の祖先伝来の法を擁護しているのだと主張した。