§16.22.1Χάρης δὲ παραλαβὼν παντὸς τοῦ στόλου τὴν ἡγεμονίαν καὶ σπεύδων τῆς δαπάνης ἀπαλλάξαι τοὺς Ἀθηναίους ἐπεχείρησε πράξει παραβόλῳ·
ハレスは艦隊全体の指揮権を引き継ぎ、アテナイ人からその戦費負担を取り除こうと熱望して、大胆な試みに着手した。
Ἀρταβάζου γὰρ ἀποστάντος ἀπὸ τοῦ βασιλέως καὶ μέλλοντος ὀλίγοις στρατιώταις πρὸς τοὺς σατράπας διαγωνίζεσθαι μυριάδας ἑπτὰ στρατιωτῶν ἔχοντας, συμμαχήσαντος αὐτῷ Χάρητος πάσῃ τῇ δυνάμει καὶ νικήσαντος τὴν τοῦ βασιλέως δύναμιν, ὁ μὲν Ἀρτάβαζος ἀποδιδοὺς τῆς εὐεργεσίας χάριτας ἐδωρήσατο πλῆθος χρημάτων, ἐξ ὧν δυνατὸν ἦν πᾶσαν τὴν δύναμιν ὀψωνιάζεσθαι,
というのも、アルタバゾスが王に対して反乱を起こし、7万の兵を擁するサトラップたちに対してわずかな兵で戦おうとしていた時、ハレスが全軍をもって彼と同盟し、王の軍勢を破ったため、アルタバゾスは恩義に報いて、全軍に給料を支払うことが可能になるほど多額の資金を贈ったからである。
§16.22.2οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον ἀπεδέξαντο τὴν πρᾶξιν τοῦ Χάρητος, ὕστερον δὲ τοῦ βασιλέως πρέσβεις ἀποστείλαντος καὶ κατηγοροῦντος τοῦ Χάρητος τὴν ἐναντίαν ἔσχον γνώμην·
アテナイ人は、最初はハレスの行為を承認したが、後に王が使節を派遣してハレスを告発すると、反対の意見を持つようになった。
διεδόθη γὰρ λόγος ὅτι τοῖς πολεμίοις τῶν Ἀθηναίων βασιλεὺς ἐπηγγείλατο τριακοσίαις ναυσὶ συγκαταπολεμήσειν τοὺς Ἀθηναίους.
王がアテナイ人の敵に対し、300隻の船をもってアテナイ人と共同で戦うことを約束したという噂が広まったからである。
ταῦτʼ οὖν ὁ δῆμος εὐλαβηθεὶς ἔκρινε καταλύσασθαι τὸν πρὸς τοὺς ἀφεστηκότας πόλεμον·
それゆえ民衆はこれを警戒し、離反した同盟市との戦争を終結させることを決議した。
εὑρὼν δὲ κἀκείνους ἐπιθυμοῦντας τῆς εἰρήνης ῥᾳδίως πρὸς αὐτοὺς διελύσατο.
そして、彼らも和平を望んでいるのを知ると、容易に彼らと和解した。
ὁ μὲν οὖν συμμαχικὸς ὀνομασθεὶς πόλεμος τοιοῦτον ἔσχε τὸ τέλος, διαμείνας ἔτη τέτταρα.
こうして、いわゆる同盟市戦争は4年間続いてこのような終結を迎えた。
§16.22.3κατὰ δὲ τὴν Μακεδονίαν τρεῖς βασιλεῖς συνέστησαν ἐπὶ τὸν Φίλιππον, ὅ τε τῶν Θρᾳκῶν καὶ Παιόνων καὶ Ἰλλυριῶν.
マケドニアでは、3人の王、すなわちトラキア人、パイオニア人、イリュリア人の王がフィリッポスに対して同盟を結んだ。
οὗτοι γὰρ ὄντες ὅμοροι τοῖς Μακεδόσι καὶ τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου καθʼ ἑαυτοὺς μὲν οὐκ ἦσαν ἀξιόμαχοι προηττημένοι, κοινῇ δὲ πολεμοῦντες ὑπέλαβον ῥᾳδίως αὐτοῦ περιέσεσθαι.
彼らはマケドニアと国境を接しており、フィリッポスの台頭を警戒していたが、すでに敗北を喫していたため単独では互角に戦うに足りず、共同で戦えば容易に彼を圧倒できると考えたからである。
διόπερ ἀθροιζόντων τὰς δυνάμεις ἐπιφανεὶς ἀσυντάκτοις καὶ καταπληξάμενος ἠνάγκασε προσθέσθαι τοῖς Μακεδόσιν.
それゆえ、彼らが軍勢を集めている間に、フィリッポスは彼らの備えが整わぬうちに姿を現して彼らを恐怖に陥れ、マケドニア人に従属することを余儀なくさせた。