§16.21.1κατὰ δὲ τὴν Ἑλλάδα Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων διαπολεμούντων πρὸς Ἀθηναίους τὸν συμμαχικὸν πόλεμον ἀμφότεροι μεγάλας παρασκευὰς ἐποιοῦντο, βουλόμενοι ναυμαχίᾳ κρῖναι τὸν πόλεμον.
一方ギリシアでは、キオス人、ロドス人、コス人、さらにビュザンティオン人が、アテナイ人に対して同盟市戦争を戦い抜いている中で、双方が大規模な準備を行っていた。 海戦によって戦争を決着させたいと望んだからである。
Ἀθηναῖοι δὲ Χάρητα μὲν μετὰ νεῶν ἑξήκοντα προαπεσταλκότες ἦσαν ἐν τοῖς ἄνω καιροῖς, τότε δὲ ἄλλας ἑξήκοντα πληρώσαντες καὶ στρατηγοὺς ἐπιστήσαντες τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Ἰφικράτην καὶ Τιμόθεον, ἐξαπέστειλαν κοινῇ μετὰ Χάρητος διαπολεμεῖν τοῖς ἀφεστηκόσι τῶν συμμάχων.
アテナイ人は、ハレスをすでにそれより前の時期に60隻の船とともに先発させていたが、その時はさらに別の60隻に人員を満載し、市民の中で最も著名な将軍たち、すなわちイフィクラテスとティモテオスを指揮官に任命して、ハレスと共に共同で離反した同盟市に対して戦い抜くために派遣した。
§16.21.2οἱ δὲ Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι μετὰ τῶν συμμάχων ἑκατὸν ναῦς πληρώσαντες Ἴμβρον μὲν καὶ Λῆμνον οὔσας Ἀθηναίων ἐπόρθησαν, ἐπὶ δὲ Σάμον πολλῇ δυνάμει στρατεύσαντες τὴν μὲν χώραν ἐδῄωσαν, τὴν δὲ πόλιν ἐπολιόρκουν κατὰ γῆν καὶ κατὰ θάλατταν·
キオス人、ロドス人、ビュザンティオン人は、同盟軍と共に100隻の船を満載にし、アテナイに属していたイムブロスとレムノスを略奪し、サモスに対しては大軍を率いて遠征し、その領土を荒らし、市を陸と海から包囲した。
πολλὰς δὲ καὶ ἄλλας νήσους οὔσας ὑπʼ Ἀθηναίους κακοποιήσαντες χρήματα ἤθροισαν εἰς τὰς τοῦ πολέμου χρείας.
また、アテナイの支配下にあった他の多くの島々をも荒らし、戦争の必要のために資金を集めた。
§16.21.3οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πάντες ἀθροισθέντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκῆσαι τὴν τῶν Βυζαντίων πόλιν, μετὰ δὲ ταῦτα τῶν Χίων καὶ τῶν συμμάχων τὴν μὲν πολιορκίαν τῆς Σάμου λυσάντων, ἐπὶ δὲ τὴν βοήθειαν τοῖς Βυζαντίοις τρεπομένων συνηθροίσθησαν πάντες οἱ στόλοι περὶ τὸν Ἑλλήσποντον.
アテナイの将軍たちは全員合流すると、最初はビュザンティオンの市を包囲することに着手したが、その後、キオス人と同盟軍がサモスの包囲を解き、ビュザンティオン人への救援に向きを変えたため、すべての艦隊がヘレスポントス周辺に集結した。
μελλούσης δὲ γίνεσθαι τῆς ναυμαχίας μέγας ἄνεμος ἐπιπεσὼν διεκώλυσεν αὐτῶν τὴν προαίρεσιν.
海戦が行われようとしていた時、大風が襲ってきて、彼らの意図を妨げた。
§16.21.4τοῦ δὲ Χάρητος παρὰ φύσιν βουλομένου ναυμαχεῖν καὶ τῶν περὶ τὸν Ἰφικράτην καὶ Τιμόθεον ἐναντιουμένων διὰ τὸ μέγεθος τοῦ κλύδωνος ὁ μὲν Χάρης ἐπιμαρτυρόμενος τοὺς στρατιώτας διέβαλε τοὺς συνάρχοντας ὡς προδότας καὶ πρὸς τὸν δῆμον ἔγραψε περὶ αὐτῶν ὡς ἐγκαταλελοιπότων ἑκουσίως τὴν ναυμαχίαν, οἱ δʼ Ἀθηναῖοι παροξυνθέντες καὶ κρίσιν τῷ Ἰφικράτει καὶ Τιμοθέῳ προθέντες ἐζημίωσαν αὐτοὺς πολλοῖς ταλάντοις καὶ τῆς στρατηγίας ἀπέστησαν.
しかし、ハレスが状況に反して海戦を行うことを望み、イフィクラテスやティモテオスの陣営が大波の大きさゆえに反対したため、ハレスは兵士たちを証人に立てて、同僚の将軍たちを裏切り者として中傷し、民衆に対して、彼らが自発的に海戦を放棄したとして書き送った。 アテナイ人は激怒し、イフィクラテスとティモテオスを裁判にかけて、多額のタラントンを科し、将軍職から罷免した。