Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.22.1-16.22.3

同盟者战争的结束与腓力二世平定北疆

第 530 段,共 723 段 · 希腊语

内容简介

哈雷斯通过援助叛乱的波斯省督阿尔塔巴佐斯获得资金以缓解雅典军费,但这引发了波斯国王的干涉威胁,迫使雅典结束同盟者战争。与此同时在马其顿,腓力二世通过迅速的突袭,在色雷斯、派奥尼亚和伊利里亚三王联盟集结完毕前便迫使他们臣服。

§16.22.1Χάρης δὲ παραλαβὼν παντὸς τοῦ στόλου τὴν ἡγεμονίαν καὶ σπεύδων τῆς δαπάνης ἀπαλλάξαι τοὺς Ἀθηναίους ἐπεχείρησε πράξει παραβόλῳ·
哈雷斯接管了整个舰队的指挥权,并急于免除雅典人的军费负担,于是着手进行了一项大胆的行动。
Ἀρταβάζου γὰρ ἀποστάντος ἀπὸ τοῦ βασιλέως καὶ μέλλοντος ὀλίγοις στρατιώταις πρὸς τοὺς σατράπας διαγωνίζεσθαι μυριάδας ἑπτὰ στρατιωτῶν ἔχοντας, συμμαχήσαντος αὐτῷ Χάρητος πάσῃ τῇ δυνάμει καὶ νικήσαντος τὴν τοῦ βασιλέως δύναμιν, ὁ μὲν Ἀρτάβαζος ἀποδιδοὺς τῆς εὐεργεσίας χάριτας ἐδωρήσατο πλῆθος χρημάτων, ἐξ ὧν δυνατὸν ἦν πᾶσαν τὴν δύναμιν ὀψωνιάζεσθαι,
因为当阿尔塔巴佐斯背叛国王、正准备以少数士兵对抗拥有七万士兵的诸省督时,哈雷斯率领全部兵力与他结盟,击败了国王的军队;阿尔塔巴佐斯为报答这一恩德,赠送了巨额资金,从中足以向全军发放军饷。
§16.22.2οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον ἀπεδέξαντο τὴν πρᾶξιν τοῦ Χάρητος, ὕστερον δὲ τοῦ βασιλέως πρέσβεις ἀποστείλαντος καὶ κατηγοροῦντος τοῦ Χάρητος τὴν ἐναντίαν ἔσχον γνώμην·
雅典人起初批准了哈雷斯的行动,但后来,当国王派遣使节并指控哈雷斯时,他们改变了主意。
διεδόθη γὰρ λόγος ὅτι τοῖς πολεμίοις τῶν Ἀθηναίων βασιλεὺς ἐπηγγείλατο τριακοσίαις ναυσὶ συγκαταπολεμήσειν τοὺς Ἀθηναίους.
因为有传言称,国王已向雅典人的敌人承诺,将派遣三百艘船与他们共同对抗雅典人。
ταῦτʼ οὖν ὁ δῆμος εὐλαβηθεὶς ἔκρινε καταλύσασθαι τὸν πρὸς τοὺς ἀφεστηκότας πόλεμον· εὑρὼν δὲ κἀκείνους ἐπιθυμοῦντας τῆς εἰρήνης ῥᾳδίως πρὸς αὐτοὺς διελύσατο.
因此,民众对此感到警惕,决定结束与叛乱同盟国的战争;在发现对方也渴望和平后,雅典人便轻易地与他们达成了和解。
ὁ μὲν οὖν συμμαχικὸς ὀνομασθεὶς πόλεμος τοιοῦτον ἔσχε τὸ τέλος, διαμείνας ἔτη τέτταρα.
因此,这场被称为同盟者战争的战争维持了四年,就这样结束了。
§16.22.3κατὰ δὲ τὴν Μακεδονίαν τρεῖς βασιλεῖς συνέστησαν ἐπὶ τὸν Φίλιππον, ὅ τε τῶν Θρᾳκῶν καὶ Παιόνων καὶ Ἰλλυριῶν.
在马其顿,三位国王联合起来反对腓力,即色雷斯人、派奥尼亚人和伊利里亚人的国王。
οὗτοι γὰρ ὄντες ὅμοροι τοῖς Μακεδόσι καὶ τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου καθʼ ἑαυτοὺς μὲν οὐκ ἦσαν ἀξιόμαχοι προηττημένοι, κοινῇ δὲ πολεμοῦντες ὑπέλαβον ῥᾳδίως αὐτοῦ περιέσεσθαι.
因为他们是马其顿人的邻国,对腓力的壮大怀有戒心,虽然由于此前曾遭战败,他们单凭自身力量无法与之匹敌,但他们认为通过共同作战,便能轻易战胜他。
διόπερ ἀθροιζόντων τὰς δυνάμεις ἐπιφανεὶς ἀσυντάκτοις καὶ καταπληξάμενος ἠνάγκασε προσθέσθαι τοῖς Μακεδόσιν.
因此,当他们正在集结军队时,腓力在他们尚未整顿完毕时突然出现,使他们陷入恐慌,并强迫他们臣服于马其顿人。

词汇与语法注释

  1. §16.22.1Ἀρταβάζου γὰρ ἀποστάντος ἀπὸ τοῦ βασιλέως καὶ μέλλοντος ὀλίγοις στρατιώταις πρὸς τοὺς σατράπας διαγωνίζεσθαι μυριάδας ἑπτὰ στρατιωτῶν ἔχοντας, συμμαχήσαντος αὐτῷ Χάρητος πάσῃ τῇ δυνάμει καὶ νικήσαντος τὴν τοῦ βασιλέως δύναμιν, ὁ μὲν Ἀρτάβαζος ἀποδιδοὺς τῆς εὐεργεσίας χάριτας ἐδωρήσατο — 这个长句包含两组独立的属格绝对结构。前半部分的 `Ἀρταβάζου ἀποστάντος... καὶ μέλλοντος...`(当阿尔塔巴佐斯背叛……并准备战斗时)和后半部分的 `συμμαχήσαντος αὐτῷ Χάρητος... καὶ νικήσαντος...`(由于哈雷斯率军与他结盟并击败……)这两个属格绝对结构接连出现,最后引出主句的主语 `ὁ μὲν Ἀρτάβαζος`。它们共同构成了一个复杂的从属结构,用以解释哈雷斯采取大胆行动的原因(`γάρ`)。
  2. §16.22.2τοῖς πολεμίοις τῶν Ἀθηναίων βασιλεὺς ἐπηγγείλατο τριακοσίαις ναυσὶ συγκαταπολεμήσειν τοὺς Ἀθηναίους — 将来时不定式 `συγκαταπολεμήσειν`(共同作战)同时带有一个与格和一个宾格。与格 `τοῖς πολεμίοις` 表示协同作战的对象(雅典人的敌人),而宾格 `τοὺς Ἀθηναίους` 则表示敌对攻击的目标(雅典人)。
  3. §16.22.3ἀσυντάκτοις — 形容词 `ἀσύντακτος`(未整理好、处于混乱状态的)的复数与格。它作为分词 `ἐπιφανείς`(出现)的与格支配宾语,表示“在他们(敌方国王们)尚未列好阵势、处于无秩序状态时突然出现”,指在敌军集结并准备完毕之前发动的突袭。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.22.1-16.22.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.22.1-16.22.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。