§16.23.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλιστράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γάιον Πλώτιον.
アテナイにおいてカリストラトスがアルコンの時、ローマ人はマルクス・ファビウスとガイウス・プロティウスを執政官に任命した。
ἐπὶ δὲ τούτων ὁ κληθεὶς ἱερὸς πόλεμος συνέστη καὶ διέμεινεν ἔτη ἐννέα.
彼らの時代に、いわゆる神聖戦争が起こり、9年間続いた。
Φιλόμηλος γὰρ ὁ Φωκεύς, ἀνὴρ θράσει καὶ παρανομίᾳ διαφέρων, κατελάβετο μὲν τὸ ἐν Δελφοῖς ἱερόν, ἐξέκαυσε δὲ τὸν ἱερὸν πόλεμον διὰ τοιαύτας τινὰς αἰτίας.
というのも、フォキス人フィロメロスは、大胆さと不法さにおいて傑出した男であったが、デルポイの神殿を占拠し、以下のような原因によって神聖戦争に火をつけたからである。
§16.23.2Λακεδαιμονίων πρὸς Βοιωτοὺς διαπολεμησάντων τὸν Λευκτρικὸν πόλεμον καὶ καταπολεμηθέντων οἱ μὲν Θηβαῖοι διὰ τὴν κατάληψιν τῆς Καδμείας δίκας μεγάλας ἐπαγαγόντες τοῖς Λακεδαιμονίοις ἐν Ἀμφικτύοσι κατεδίκασαν αὐτοὺς πολλοῖς χρήμασιν,
スパルタ人がボイオティア人に対してレウクトラ戦争を戦い抜き、敗北させられた時、テーバイ人はカドメイア占領を理由に、アンピクテυオネスにおいてスパルタ人に対して重い訴えを起こし、彼らに多額の罰金を科した。
§16.23.3οἱ δὲ Φωκεῖς ἐπεργασάμενοι πολλὴν τῆς ἱερᾶς χώρας τῆς ὀνομαζομένης Κιρραίας δίκας ὑπέσχον ἐν Ἀμφικτύοσι καὶ πολλοῖς ταλάντοις κατεκρίθησαν.
一方、フォキス人はキライアと呼ばれる神聖な土地の多くを耕作したため、アンピクテュオネスにおいて裁判にかけられ、多くのタラントンを科された。
οὐκ ἐκτινόντων δʼ αὐτῶν τὰ ὀφλήματα οἱ μὲν ἱερομνήμονες ἐν Ἀμφικτύοσι κατηγόρουν τῶν Φωκέων καὶ τὸ συνέδριον ἠξίουν, ἐὰν μὴ τὰ χρήματα τῷ θεῷ ἀποδῶσιν οἱ Φωκεῖς, καθιερῶσαι τὴν χώραν τῶν ἀποστερούντων τὸν θεόν·
彼らがその罰金を支払わなかったので、アンピクテュオネスの神聖代議員たちはフォキス人を告発し、もしフォキス人が神にその金を返還しないならば、神の権利を奪う者たちの土地を神に奉献するよう評議会に求めた。
ὁμοίως δʼ ἔφασαν δεῖν καὶ τοὺς ἄλλους τοὺς καταδικασθέντας ἐκτίνειν τὰ ὀφλήματα, ἐν οἷς ὑπῆρχον καὶ Λακεδαιμόνιοι· ἐὰν δὲ μὴ ὑπακούωσι, κοινῇ ὑπὸ τῶν Ἑλλήνων μισοπονηρίας ἀξιοῦσθαι.
同様に、有罪判決を受けた他の人々(その中にはスパルタ人も含まれていた)も罰金を支払わねばならず、もし従わないならば、ギリシア人全体から不義を憎む精神によって共同で罪人として扱われるべきであると主張した。
§16.23.4τῶν δʼ Ἑλλήνων συνεπικυρούντων τὰ δόγματα τῶν Ἀμφικτυόνων καὶ τῆς τῶν Φωκέων χώρας μελλούσης καθιεροῦσθαι ὁ Φιλόμηλος, μέγιστον ἔχων ἐν τοῖς Φωκεῦσιν ἀξίωμα, διελέχθη τοῖς ὁμοεθνέσι, διδάσκων ὡς ἐκτῖσαι μὲν οὐ δύνανται τὰ χρήματα διὰ τὸ μέγεθος τῆς καταδίκης, περιορᾶν δὲ καθιερουμένην τὴν χώραν οὐ μόνον ἄνανδρον ὑπάρχειν, ἀλλὰ καὶ κίνδυνον ἐπιφέρειν τῇ τῶν ἁπάντων τοῦ βίου ἀνατροπῇ.
ギリシア人がアンピクテュオネスの決議を共同で支持し、フォキス人の土地が神に奉献されようとしていた時、フォキス人の中で最も高い名望を持っていたフィロメロスが、同胞たちに語りかけ、その判決の大きさゆえに金を支払うことは不可能であり、土地が奉献されるのを黙って見ていることは、卑怯であるだけでなく、全員の生活を破滅させる危険をもたらすと説いた。
§16.23.5ἐπειρᾶτο δὲ καὶ τὰς κρίσεις τῶν Ἀμφικτυόνων ἀδίκους δεικνύναι κατὰ τὸ δυνατόν·
また、彼はアンピクテュオネスの判決が極めて不当であることを可能な限り示そうとした。
μικρᾶς γὰρ παντελῶς χώρας κατεργασθείσης μεγίστας ζημίας τεθεῖσθαι.
というのも、ごくわずかな土地を耕作したにすぎないのに、最大の罰金を科されたからである。
συνεβούλευεν οὖν ταύτας ἀκύρους ποιῆσαι καὶ μεγάλας ἀφορμὰς ἔχειν ἀπεφαίνετο τοὺς Φωκεῖς κατὰ τῶν Ἀμφικτυόνων·
それゆえ、彼はこれらを無効にするよう勧め、フォキス人はアンピクテュオネスに対して対抗する強力な根拠を有していると表明した。
τὸ γὰρ παλαιὸν τοῦ μαντείου τὴν ἐξουσίαν καὶ προστασίαν ἐσχηκέναι τούτους.
なぜなら、古くは彼らが神託所の支配権と管理権を有していたからである。
καὶ μάρτυρα τὸν ἀρχαιότατον καὶ μέγιστον τῶν ποιητῶν Ὅμηρον παρείχετο λέγοντα
"
αὐτὰρ Φωκείων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον,
οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν.
そして、最も古く最も偉大な詩人であるホメロスが次のように歌っているのを証拠として提示した。
"
"さて、フォキス人をばスケディオスとエピストロポスが率い、彼らはキュパリソスと、岩の多いピュトを領有していた。
§16.23.6διόπερ ἔφη δεῖν ἀμφισβητεῖν περὶ τῆς τοῦ μαντείου προστασίας ὡς οὔσης πατρίου τοῖς Φωκεῦσιν.
"それゆえ、神託所の管理権はフォキス人にとって祖先伝来のものであるとして、その権利を主張すべきであると彼は言った。
ἐπηγγέλλετο δὲ κατορθώσειν τὴν ἐπιβολήν, ἐὰν αὐτὸν αὐτοκράτορα καταστήσωσι στρατηγὸν τῆς ὅλης ἐπιβολῆς καὶ κύριον.
そして、もし彼らが自分をこの全計画の最高権限を持つ将軍および支配者に任命するなら、この計画を成功に導くと約束した。