Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.20.1-16.20.6

ディオンによるシュラクサイ救援と全権将軍就任

528 / 723 箇所 · ギリシア語

要旨

ディオンはシュラクサイからの救済要請を受け、市民への恨みを忘れてただちに軍を進め、市内で略奪を行っていた敵を撃破した。彼は市を要塞化して秩序を回復し、民衆から感謝されて全権将軍に推戴された。

§16.20.1ἅμα δʼ ἡμέρᾳ τὸ μὲν τῆς συμφορᾶς μέγεθος συνεωράθη, οἱ δὲ Συρακόσιοι, μίαν ἔχοντες σωτηρίαν τὴν ἀπὸ τοῦ Δίωνος βοήθειαν, ἐξαπέστειλαν ἱππεῖς εἰς Λεοντίνους, δεόμενοι τοῦ Δίωνος μὴ περιιδεῖν τὴν πατρίδα δοριάλωτον γινομένην καὶ τῶν μὲν ἡμαρτημένων δοῦναι συγγνώμην αὐτοῖς, τὰς δὲ παρούσας δυστυχίας ἐλεήσαντα διορθώσασθαι τὴν τῆς πατρίδος συμφοράν.
夜が明けると同時に、その惨状の大きさが明らかになり、シュラクサイ人たちはディオンからの援助のみが唯一の救いであると考え、レオンティノイへ騎兵を派遣した。 彼らはディオンに対し、祖国が武力で征服されるのを見過ごさないこと、これまでの過ちを許すこと、そして現在の不幸を憐れんで祖国の惨状を是正することを懇願した。
§16.20.2ὁ δὲ Δίων λαμπρὸς ὢν τὴν ψυχὴν καὶ διὰ τὴν ἐκ φιλοσοφίας παιδείαν ἐξημερωμένος τοὺς λογισμοὺς οὐκ ἐμνησικάκησε τοῖς πολίταις, ἀλλὰ τοὺς μισθοφόρους πείσας παραχρῆμα ἀνέζευξε καὶ διανύσας ὀξέως τὴν εἰς Συρακούσσας ὁδὸν ἧκε πρὸς τὰ Ἑξάπυλα.
ディオンは高潔な魂の持ち主であり、哲学による教養によってその理性を穏やかにしていたため、市民たちに恨みを抱かず、むしろ傭兵たちをただちに説得して出発し、シュラクサイへの道を急いで踏破して、ヘクサピュラに到着した。
§16.20.3ἐνταῦθα δὲ διατάξας τοὺς στρατιώτας προσῆγε κατὰ τάχος καὶ κατέλαβεν ἐκ τῆς πόλεως τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας ὑπὲρ τοὺς μυρίους·
そこで彼は兵士たちを配置して急速に進撃し、市から逃れてきた一万人を超える子供や女性、老人たちと遭遇した。
οὗτοι δὲ πάντες ἀπαντῶντες μετὰ δακρύων ἱκέτευον ἀμῦναι τοῖς ἰδίοις ἀκληρήμασιν.
彼らは全員、涙ながらに出迎えて、自分たちの災難から救ってくれるよう懇願した。
οἱ δʼ ἐκ τῆς ἀκροπόλεως μισθοφόροι κεκρατηκότες ἤδη τῆς προθέσεως τὰς μὲν περὶ τὴν ἀγορὰν οἰκίας διαρπάσαντες ἐνέπρησαν, ἐπὶ δὲ τὰς λοιπὰς ὁρμήσαντες διήρπαζον τὰς ἐν ταύταις κτήσεις.
一方、アクロポリスから来た傭兵たちは、すでに目的を達しており、広場の周囲の家々を略奪した後に放火し、残りの家々へと突進して、そこにある財産を略奪していた。
§16.20.4καθʼ ὃν δὴ καιρὸν Δίων κατὰ πλείους τόπους εἰσπεσὼν εἰς τὴν πόλιν, καὶ τοῖς πολεμίοις περὶ τὰς ἁρπαγὰς ἀσχολουμένοις ἐπιθέμενος πάντας τοὺς περιτυγχάνοντας ἔκτεινε κομίζοντας ἐπὶ τῶν ὤμων παντοδαπὰς κατασκευάς·
まさにその時、ディオンは複数の場所から市内に突入し、略奪に没頭している敵を襲撃して、あらゆる種類の什器を肩に担いで運んでいる、遭遇した者すべてを殺害した。
διὰ δὲ τὸ παράδοξον τῆς παρουσίας καὶ τὴν ἀταξίαν καὶ τὴν ταραχὴν τῶν διαφορούντων τὰς κτήσεις εὐχερῶς ἅπαντες ἐχειροῦντο.
彼の突然の到来と、財産を略奪している者たちの無秩序と混乱のために、敵は皆たやすく制圧された。
τέλος δὲ πλειόνων ἢ τετρακισχιλίων φονευθέντων, τῶν μὲν ἐν ταῖς οἰκίαις, τῶν δʼ ἐν ταῖς ὁδοῖς, οἱ λοιποὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν καὶ τὰς πύλας κλείσαντες ἐξέφυγον τὸν κίνδυνον.
ついに、家の中で、また路上で四千人以上が殺害された後、残りの者たちはアクロポリスへと逃げ込み、門を閉ざして危険から逃れた。
§16.20.5Δίων δὲ κάλλιστον τῶν προγεγενημένων ἔργων ὑπʼ αὐτοῦ διαπραξάμενος τὰς μὲν καιομένας οἰκίας διέσωσε κατασβέσας τὴν φλόγα, τὸ δὲ περιτείχισμα καλῶς κατασκευασάμενος μιᾷ πράξει τήν τε πόλιν ὠχύρωσε καὶ τοὺς πολεμίους ἀποτειχίσας εἶρξε τῆς ἐπὶ τὴν γῆν ἐξόδου.
ディオンは、これまでに自身が成し遂げたことの中で最も素晴らしい偉業を達成し、燃えている家々の火を消して救い、包囲壁を巧みに構築することによって、一つの行動で市を要塞化するとともに、敵を壁で遮断して陸上への出路を断った。
καθαρὰν δὲ τῶν νεκρῶν ποιήσας τὴν πόλιν καὶ τρόπαιον στήσας ἔθυσε τοῖς θεοῖς ὑπὲρ τῆς σωτηρίας.
また、市から死体を一掃し、戦勝記念碑を建て、救済に対して神々に犠牲を捧げた。
§16.20.6συναχθείσης δʼ ἐκκλησίας ὁ μὲν δῆμος εὐχαριστῶν αὐτῷ στρατηγὸν ἐχειροτόνησεν αὐτοκράτορα τὸν Δίωνα καὶ τιμὰς ἀπένειμεν ἡρωικάς, ὁ δὲ Δίων ἀκολούθως τοῖς πεπραγμένοις ἐπιεικῶς τοὺς μὲν ἐχθροὺς ἅπαντας ἀπέλυσε τῶν ἐγκλημάτων καὶ τὸ πλῆθος παραμυθησάμενος εἰς κοινὴν ἤγαγεν ὁμόνοιαν.
民会が招集されると、民衆は彼に感謝して、ディオンを全権将軍に選出し、英雄的な栄誉を授けた。 ディオンは自らのこれまでの行動にふさわしく、寛大にもすべての敵を告発から解放し、群衆を慰撫して共通の協調へと導いた。
οἱ δὲ Συρακόσιοι πανδήμοις ἐπαίνοις καὶ ἀποδοχαῖς μεγάλαις ἐτίμων τὸν εὐεργέτην ὡς μόνον σωτῆρα γεγονότα τῆς πατρίδος.
シュラクサイ人たちは、祖国の唯一の救世主となった恩人を全市民的な賛辞と大きな歓待で称えた。
καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
シケリアの情勢はこのような状態にあった。

語釈・文法注

  1. §16.20.1μὴ περιιδεῖν τὴν πατρίδα δοριάλωτον γινομένην — 動詞 περιοράω(見過ごす)は補語として分詞をとる(ここでは γινομένην)。「祖国が武力で征服されるのを見過ごさないように」という間接命令の不定詞節である。
  2. §16.20.2τὴν ψυχὴν ... τοὺς λογισμοὺς — いずれも関係の対格(限定の対格)であり、それぞれ形容詞 λαμπρός(「魂において高潔な」)および受動分詞 ἐξημερωμένος(「理性において穏やかにされた」)の意味を限定している。
  3. §16.20.4καθʼ ὃν δὴ καιρὸν Δίων ... ἔκτεινε — この長大な主節の骨格は「まさにその時、ディオンは(中略)遭遇した者すべてを殺害した」である。主語 Δίων に対し、並列された二つの分詞 εἰσπεσὼν(「突入し」)と ἐπιθέμενος(「襲撃して」)が係り、後者は与格補語 τοῖς πολεμίοις... ἀσχολουμένοις を伴う。主動詞は未完了過去の ἔκτεινε。
  4. §16.20.5εἶρξε τῆς ἐπὶ τὴν γῆν ἐξόδου — 動詞 εἴργω(防ぐ、遠ざける)は、対格(τοὺς πολεμίους)を直接目的語とし、それから遠ざける対象を分離の属格(τῆς... ἐξόδου)で表す。「敵を陸上への出路から遠ざけた(遮断した)」。
  5. §16.20.6ἀκολούθως τοῖς πεπραγμένοις — 副詞 ἀκολούθως(〜に従って、ふさわしく)は与格を支配する。ここでの τοῖς πεπραγμένοις(行われたこと)は、ディオンがかつてシュラクサイを僭主から救いながらも追放され、それでも再び救いに来たという、彼の一貫した寛大な行動様式を指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.20.1-16.20.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.20.1-16.20.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。