§16.20.1ἅμα δʼ ἡμέρᾳ τὸ μὲν τῆς συμφορᾶς μέγεθος συνεωράθη, οἱ δὲ Συρακόσιοι, μίαν ἔχοντες σωτηρίαν τὴν ἀπὸ τοῦ Δίωνος βοήθειαν, ἐξαπέστειλαν ἱππεῖς εἰς Λεοντίνους, δεόμενοι τοῦ Δίωνος μὴ περιιδεῖν τὴν πατρίδα δοριάλωτον γινομένην καὶ τῶν μὲν ἡμαρτημένων δοῦναι συγγνώμην αὐτοῖς, τὰς δὲ παρούσας δυστυχίας ἐλεήσαντα διορθώσασθαι τὴν τῆς πατρίδος συμφοράν.
天亮时,灾难的惨重程度一目了然,而叙拉古人认为唯一的拯救在于狄翁的援助,便向莱翁蒂尼派遣了骑兵,哀求狄翁不要坐视祖国被武力征服,并宽恕他们过去的错误,怜悯他们眼前的遭遇,挽救祖国的灾难。
§16.20.2ὁ δὲ Δίων λαμπρὸς ὢν τὴν ψυχὴν καὶ διὰ τὴν ἐκ φιλοσοφίας παιδείαν ἐξημερωμένος τοὺς λογισμοὺς οὐκ ἐμνησικάκησε τοῖς πολίταις, ἀλλὰ τοὺς μισθοφόρους πείσας παραχρῆμα ἀνέζευξε καὶ διανύσας ὀξέως τὴν εἰς Συρακούσσας ὁδὸν ἧκε πρὸς τὰ Ἑξάπυλα.
狄翁灵魂高尚,由于哲学教育而使他的理性变得温和,因此他对公民们毫无怨恨,反而立即说服了雇佣兵出发,迅速走完前往叙拉古的路程,抵达了六门。
§16.20.3ἐνταῦθα δὲ διατάξας τοὺς στρατιώτας προσῆγε κατὰ τάχος καὶ κατέλαβεν ἐκ τῆς πόλεως τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας ὑπὲρ τοὺς μυρίους· οὗτοι δὲ πάντες ἀπαντῶντες μετὰ δακρύων ἱκέτευον ἀμῦναι τοῖς ἰδίοις ἀκληρήμασιν.
他在当地部署了士兵,迅速推进,并遇到了从城里逃出来的一万多名妇女、儿童和老人;他们全都流着泪迎接他,恳求他消除他们的不幸。
οἱ δʼ ἐκ τῆς ἀκροπόλεως μισθοφόροι κεκρατηκότες ἤδη τῆς προθέσεως τὰς μὲν περὶ τὴν ἀγορὰν οἰκίας διαρπάσαντες ἐνέπρησαν, ἐπὶ δὲ τὰς λοιπὰς ὁρμήσαντες διήρπαζον τὰς ἐν ταύταις κτήσεις.
而来自卫城的雇佣兵此时已达到了目的,在抢劫了广场周围的房屋后将其纵火焚烧,并冲向其余的房屋,掠夺其中的财物。
§16.20.4καθʼ ὃν δὴ καιρὸν Δίων κατὰ πλείους τόπους εἰσπεσὼν εἰς τὴν πόλιν, καὶ τοῖς πολεμίοις περὶ τὰς ἁρπαγὰς ἀσχολουμένοις ἐπιθέμενος πάντας τοὺς περιτυγχάνοντας ἔκτεινε κομίζοντας ἐπὶ τῶν ὤμων παντοδαπὰς κατασκευάς· διὰ δὲ τὸ παράδοξον τῆς παρουσίας καὶ τὴν ἀταξίαν καὶ τὴν ταραχὴν τῶν διαφορούντων τὰς κτήσεις εὐχερῶς ἅπαντες ἐχειροῦντο.
恰在此时,狄翁从多处冲入城内,袭击了正忙于抢劫的敌人,将遇到的所有肩扛各种器物的人全部杀死;由于他突然出现,加上那些掠夺财物的人毫无秩序、一片混乱,所有人都被轻易制服。
τέλος δὲ πλειόνων ἢ τετρακισχιλίων φονευθέντων, τῶν μὲν ἐν ταῖς οἰκίαις, τῶν δʼ ἐν ταῖς ὁδοῖς, οἱ λοιποὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν καὶ τὰς πύλας κλείσαντες ἐξέφυγον τὸν κίνδυνον.
最后,在四千多人被杀(有的在屋里,有的在街上)之后,其余的人一起逃回卫城,关上大门逃避了危险。
§16.20.5Δίων δὲ κάλλιστον τῶν προγεγενημένων ἔργων ὑπʼ αὐτοῦ διαπραξάμενος τὰς μὲν καιομένας οἰκίας διέσωσε κατασβέσας τὴν φλόγα, τὸ δὲ περιτείχισμα καλῶς κατασκευασάμενος μιᾷ πράξει τήν τε πόλιν ὠχύρωσε καὶ τοὺς πολεμίους ἀποτειχίσας εἶρξε τῆς ἐπὶ τὴν γῆν ἐξόδου.
狄翁完成了他所做过最伟大的业绩,扑灭了火焰,挽救了燃烧的房屋,并巧妙地筑起了包围墙,以单一的行动既巩固了城市的防御,又用墙壁将敌人隔绝,阻止他们出路到陆地。
καθαρὰν δὲ τῶν νεκρῶν ποιήσας τὴν πόλιν καὶ τρόπαιον στήσας ἔθυσε τοῖς θεοῖς ὑπὲρ τῆς σωτηρίας.
在清理了城里的尸体并树立起胜利纪念碑后,他为拯救之恩向神明献祭。
§16.20.6συναχθείσης δʼ ἐκκλησίας ὁ μὲν δῆμος εὐχαριστῶν αὐτῷ στρατηγὸν ἐχειροτόνησεν αὐτοκράτορα τὸν Δίωνα καὶ τιμὰς ἀπένειμεν ἡρωικάς, ὁ δὲ Δίων ἀκολούθως τοῖς πεπραγμένοις ἐπιεικῶς τοὺς μὲν ἐχθροὺς ἅπαντας ἀπέλυσε τῶν ἐγκλημάτων καὶ τὸ πλῆθος παραμυθησάμενος εἰς κοινὴν ἤγαγεν ὁμόνοιαν.
在集会召集起来后,民众向他表示感谢,推选狄翁为全权将军,并授予他英雄般的荣誉,而狄翁则与他一贯的行径相符,宽宏大量地免除了所有敌人的罪责,安抚了大众,使他们达成了共同的和谐。
οἱ δὲ Συρακόσιοι πανδήμοις ἐπαίνοις καὶ ἀποδοχαῖς μεγάλαις ἐτίμων τὸν εὐεργέτην ὡς μόνον σωτῆρα γεγονότα τῆς πατρίδος.
叙拉古人用全民的赞美和盛大的接待来尊崇他们的恩人,视他为祖国唯一的救星。
καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势便处于这种状态。