Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.2.1-16.2.6

フィリッポスの青年期と王位継承直後の危機

510 / 723 箇所 · ギリシア語

要旨

フィリッポスがマケドニア王位に就くまでの経緯として、彼がテーバイで人質として受けた教育や、兄ペルディッカスの戦死による国家の危機、そして隣国や王位王職の僭称者による脅威が語られる。

§16.2.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιμήδους Ὀλυμπιὰς μὲν ἤχθη πέμπτη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Πῶρος Κυρηναῖος, Ῥωμαῖοι δὲ κατέστησαν ὑπάτους Γναῖον Γενύκιον καὶ Λεύκιον Αἰμίλιον.
アテナイにおいてカッリメデスがアルコンであった時、第百五回オリンピア競技会が開催され、そこではキュレネのポロスがスタディオン走で優勝した。 またローマ人はグナエウス・ゲヌキウスとルキウス・アエミリウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Φίλιππος ὁ Ἀμύντου υἱός, Ἀλεξάνδρου δὲ τοῦ Πέρσας καταπολεμήσαντος πατήρ, παρέλαβε τὴν τῶν Μακεδόνων βασιλείαν διὰ τοιαύτας αἰτίας.
この時期に、アミュンタスの子であり、ペルシアを打ち破ったアレクサンドロスの父であるフィリッポスが、以下のような原因によってマケドニアの王位を継承した。
§16.2.2Ἀμύντου καταπολεμηθέντος ὑπὸ Ἰλλυριῶν καὶ φόρους τοῖς κρατήσασι τελεῖν ἀναγκασθέντος οἱ μὲν Ἰλλυριοὶ λαβόντες εἰς ὁμηρείαν Φίλιππον τὸν νεώτατον τῶν υἱῶν παρέθεντο τοῖς Θηβαίοις.
アミュンタスがイリュリア人たちに打ち破られ、勝者たちに貢納を支払うことを余儀なくされたとき、イリュリア人たちは息子たちのうち最も若いフィリッポスを人質として受け取り、テーバイ人に託した。
οὗτοι δὲ τῷ Ἐπαμεινώνδου πατρὶ παρέθεντο τὸν νεανίσκον καὶ προσέταξαν ἅμα τηρεῖν ἐπιμελῶς τὴν παρακαταθήκην καὶ προστατεῖν τῆς ἀγωγῆς καὶ παιδείας.
彼らはこの若者をエパメイノンダスの父に委ね、彼にこの預かりものを注意深く見守るとともに、彼の育成と教育を管理するように命じた。
§16.2.3τοῦ δʼ Ἐπαμεινώνδου Πυθαγόριον ἔχοντος φιλόσοφον ἐπιστάτην συντρεφόμενος ὁ Φίλιππος μετέσχεν ἐπὶ πλεῖον τῶν Πυθαγορίων λόγων.
エパメイノンダスがピュタゴラス派の哲学者を指導者として持っていたため、フィリッポスは彼とともに育てられ、ピュタゴラス派の教えをより深く受けた。
ἀμφοτέρων δὲ τῶν μαθητῶν προσενεγκαμένων φύσιν τε καὶ φιλοπονίαν ὑπῆρξαν ἑκάτεροι διαφέροντες ἀρετῇ·
二人の生徒がともに天性と勤勉さを示したため、彼らはそれぞれ卓越性において傑出した者となった。
ὧν Ἐπαμεινώνδας μὲν μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείνας τῇ πατρίδι παραδόξως τὴν ἡγεμονίαν τῆς Ἑλλάδος περιέθηκεν, ὁ δὲ Φίλιππος ταῖς αὐταῖς ἀφορμαῖς χρησάμενος οὐκ ἀπελείφθη τῆς Ἐπαμεινώνδου δόξης.
彼らのうち、エパメイノンダスは大いなる戦いと危険に耐え抜いて、自らの祖国にギリシアの覇権を予想外の形でもたらしたが、フィリッポスもまた同様の足がかりを利用して、エパメイノンダスの名声に劣ることはなかった。
§16.2.4μετὰ γὰρ τὴν Ἀμύντου τελευτὴν Ἀλέξανδρος ὁ πρεσβύτατος τῶν υἱῶν διεδέξατο τὴν ἀρχήν.
アミュンタスの死後、息子たちのうち最年長のアレクサンドロスが支配権を継承した。
τοῦτον δὲ Πτολεμαῖος ὁ Ἀλωρίτης δολοφονήσας παρέλαβε τὴν βασιλείαν καὶ τοῦτον ὁμοίως Περδίκκας ἐπανελόμενος ἐβασίλευσεν.
しかし、アロロスのプトレマイオスが彼を暗殺して王位を奪い、さらにペルディッカスが同様にこの者を殺害して王となった。
τούτου δὲ παρατάξει μεγάλῃ λειφθέντος ὑπὸ Ἰλλυριῶν καὶ πεσόντος ἐπὶ τῆς χρείας Φίλιππος ὁ ἀδελφὸς διαδρὰς ἐκ τῆς ὁμηρείας παρέλαβε τὴν βασιλείαν κακῶς διακειμένην.
このペルディッカスが大いなる会戦においてイリュリア人たちに敗れ、戦場で斃れたとき、弟のフィリッポスが人質から脱出して、危機的な状況にあった王国を引き継いだ。
§16.2.5ἀνῄρηντο μὲν γὰρ ἐν τῇ παρατάξει Μακεδόνων πλείους τῶν τετρακισχιλίων, οἱ δὲ λοιποὶ καταπεπληγμένοι τὰς τῶν Ἰλλυριῶν δυνάμεις περίφοβοι καθειστήκεισαν καὶ πρὸς τὸ διαπολεμεῖν ἀθύμως εἶχον.
というのも、会戦においてマケドニア人の四千人以上が戦死しており、生き残った人々はイリュリア人の軍勢に恐怖してひどくおびえた状態になっており、戦いを続けることに対して意気消沈していたからである。
§16.2.6ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Παίονες μὲν πλησίον τῆς Μακεδονίας οἰκοῦντες ἐπόρθουν τὴν χώραν καταφρονοῦντες τῶν Μακεδόνων, Ἰλλυριοὶ δὲ μεγάλας δυνάμεις ἤθροιζον καὶ στρατεύειν εἰς τὴν Μακεδονίαν παρεσκευάζοντο, Παυσανίας δέ τις τῆς βασιλικῆς συγγενείας κοινωνῶν ἐπεβάλλετο διὰ τοῦ Θρᾳκῶν βασιλέως ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν κατιέναι.
同じ時期に、マケドニアの近くに住むパイオニア人たちは、マケドニア人を侮ってその領土を略奪しており、イリュリア人たちは大軍を集めてマケドニアへの遠征を準備していた。 また、王家と親族関係にあるパウサニアスという男が、トラキア人の王を通じてマケドニアの王位に復帰することを企てていた。
ὁμοίως δὲ καὶ Ἀθηναῖοι πρὸς Φίλιππον ἀλλοτρίως ἔχοντες κατῆγον ἐπὶ τὴν βασιλείαν Ἀργαῖον καὶ στρατηγὸν ἀπεστάλκεισαν Μαντίαν ἔχοντα τρισχιλίους μὲν ὁπλίτας, ναυτικὴν δὲ δύναμιν ἀξιόλογον.
同様に、フィリッポスに対して敵対的な態度をとっていたアテナイ人たちも、アルガイオスを王位につけるべく帰還させようとし、重装歩兵三千人と相当な規模の海軍力を擁する将軍マンティアスを派遣していた。

語釈・文法注

  1. 16.2.1ἐπʼ ἄρχοντος ... Καλλιμήδους — 属格独立構文(genitive absolute)。アテナイのアルコン名を挙げて特定の歴史的出来事の年代を示す、ギリシア歴史叙述における定型的な表現である。
  2. 16.2.3τοῦ δʼ Ἐπαμεινώνδου Πυθαγόριον ἔχοντος φιλόσοφον ἐπιστάτην — 原因を表す属格独立構文。名詞 `Ἐπαμεινώνδου` を分詞 `ἔχοντος` が修飾し、`Πυθαγόριον ... φιλόσοφον ἐπιστάτην` は「ピュタゴラス派の哲学者を指導者として」という二重対格の補語的な役割を果たしている。
  3. 16.2.4ἐπὶ τῆς χρείας — 「必要の際に」「任務中に」などの多様な訳が可能だが、ここではペルディッカス王が「軍事的必要の場(戦闘)において」あるいは「国難の現場(戦場)で」戦死したことを指す表現として用いられている。
  4. 16.2.6κατιέναι — 動詞 `κάτειμι` の不定詞で、「(低い方へ)戻る、帰還する」を意味する。古典期の政治的文脈においては、亡命生活から祖国に戻ること、または王位や失った特権を回復するために復帰することを指すお決まりの表現である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.2.1-16.2.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.2.1-16.2.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。