§16.13.1μετὰ δὲ ταῦτα Διονύσιος μὲν ἐπταικὼς καὶ τὴν δυναστείαν ἀπογινώσκων ἤδη ἐν μὲν ταῖς ἀκροπόλεσιν ἀπέλιπε φρουρὰς ἀξιολόγους, αὐτὸς δὲ τοὺς τετελευτηκότας, ὀκτακοσίους ὄντας, λαβὼν τὴν ἀναίρεσιν αὐτῶν ἔθαψε λαμπρῶς, χρυσοῖς μὲν στεφάνοις ἐστεφανωμένους, πορφυρίσι δὲ καλαῖς περιβεβλημένους·
この後、ディオニュシオスは敗北を喫し、すでに己の支配権を諦めかけていたものの、アクロポリスには相当な守備隊を残し、自身は戦死した者たち(八百人であった)の遺体の引き取りの許可を得て、彼らを金冠で飾り、美しい紫の衣に包んで、盛大に葬った。
ἤλπιζε γὰρ διὰ τῆς τούτων σπουδῆς προτρέψεσθαι τοὺς ἄλλους εἰς τὸ προθύμως κινδυνεύειν ὑπὲρ τῆς τυραννίδος·
というのも、彼らに対するこのような手厚い配慮によって、他の者たちをも僭主政治のために喜んで危険を冒すよう促すことができると期待したからである。
τοὺς δʼ ἀνδραγαθήσαντας μεγάλαις δωρεαῖς ἐτίμησε.
また、勇敢に戦った者たちには、大きな贈り物を与えて報いた。
πρὸς δὲ τοὺς Συρακοσίους διεπέμπετο περὶ διαλύσεων.
その一方で、シラクサ人たちに対しては和平交渉のために使者を送り届けていた。
§16.13.2ὁ δὲ Δίων περὶ μὲν τῶν πρεσβειῶν αἰεί τινας εὐλόγους προφάσεις ποριζόμενος ἀνεβάλλετο, ἐν τοσούτῳ δὲ τὸ λοιπὸν τοῦ τείχους κατασκευάσας μεθʼ ἡσυχίας τότε τὰς πρεσβείας μετεπέμπετο, κατεστρατηγηκὼς τοὺς πολεμίους ταῖς τῆς εἰρήνης ἐλπίσιν.
しかしディオンは、使節との交渉について、常に何らかの尤もらしい口実を設けては引き延ばし、その間に残りの防壁を平穏のうちに完成させ、その上で初めて、和平への期待によって敵を出し抜いた状態で、使節たちを招き入れた。
γενομένων δὲ λόγων περὶ συλλύσεων ὁ Δίων ἀπεκρίθη τοῖς πρέσβεσιν μίαν εἶναι σύλλυσιν, ἐὰν ἀποθέμενος τὴν τυραννίδα βούληται τυχεῖν τιμῶν τινων.
そして、和平のための会談が行われた際、ディオンは使節たちに対し、もし僭主がその支配権を退き、何らかの栄誉を得ることを望むのであれば、和平の道はただ一つしかないと答えた。
ὁ δὲ Διονύσιος ὑπερηφάνου τῆς ἀποκρίσεως γενομένης συναγαγὼν τοὺς ἡγεμόνας ἐβουλεύετο πῶς χρὴ τοὺς Συρακοσίους ἀμύνασθαι.
だが、ディオニュシオスはこの回答が傲慢なものであると捉え、将兵たちを集めて、いかにしてシラクサ人たちに報復すべきかを協議した。
§16.13.3πάντων δʼ εὐπορῶν πλὴν σίτου καὶ θαλαττοκρατῶν ἐλῄστευε τὴν χώραν καὶ τὰς τροφὰς ἐκ τῶν προνομῶν κακῶς ποριζόμενος ἐξαπέστειλε ναῦς φορτίδας καὶ χρήματα πρὸς τὸν τοῦ σίτου καταγορασμόν.
彼は穀物以外のあらゆる物資には事欠かず、また制海権を握っていたため、地方を略奪し、略奪行為によって辛うじて糧食を調達していたが、穀物を買い入れるために商船と資金を派遣した。
οἱ δὲ Συρακόσιοι ναῦς μακρὰς πολλὰς ἔχοντες καὶ κατὰ τοὺς εὐκαίρους τόπους ἐπιφαινόμενοι πολλὴν τῆς ὑπὸ τῶν ἐμπόρων κομιζομένης ἀγορᾶς παρῃροῦντο.
しかし、シラクサ人たちは多くの軍船を擁しており、要所要所に姿を現しては、商人たちによって運ばれてくる物資の多くを奪い取った。
καὶ τὰ μὲν περὶ τὰς Συρακούσσας ἐν τούτοις ἦν.
シラクサを巡る情勢は、このような状態にあった。