§15.9.1ὁ δʼ Ὀρόντης διαδεξάμενος τὴν ἡγεμονίαν τῶν ἐν τῇ Κύπρῳ δυνάμεων, καὶ τὸν Εὐαγόραν πάλιν τεθαρρηκότως ὁρῶν ὑπομένοντα τὴν πολιορκίαν, πρὸς δὲ τούτοις τῶν στρατιωτῶν χαλεπῶς ὑπομενόντων τὴν σύλληψιν τοῦ Τιριβάζου, καὶ διὰ τοῦτο ἀπειθούντων καὶ τὴν πολιορκίαν ἐγκαταλειπόντων, δείσας Ὀρόντης τὸ τῆς περιστάσεως παράλογον, ἐξέπεμψε πρὸς τὸν Εὐαγόραν τοὺς διαλεξομένους περὶ τῆς συλλύσεως καὶ κελεύσοντας συντίθεσθαι τὴν εἰρήνην, ἐφʼ οἷς ἐκεῖνος ἠξίου συντίθεσθαι πρὸς Τιρίβαζον.
一方、キプロスの軍勢の指揮権を引き継いだオロンテスは、エウアゴラスが再び自信を取り戻して包囲戦を持ちこたえているのを目にし、その上、兵士たちがティリバゾスの逮捕を重く受け止めて不満を募らせ、そのために不従順になって包囲戦を放棄しつつあった。 こうした事態の予期せぬ展開を恐れたオロンテスは、エウアゴラスのもとへ使節を派遣し、和平について交渉させ、かつてエウアゴラス自身がティリバゾスに対して合意することを求めていた条件に基づいて和平を結ぶよう促させた。
§15.9.2ὁ μὲν οὖν Εὐαγόρας παραδόξως ἐξωσιοῦτο τὴν ἅλωσιν, καὶ συνέθετο τὴν εἰρήνην, ὥστε βασιλεύειν τῆς Σαλαμῖνος καὶ τὸν ὡρισμένον διδόναι φόρον κατʼ ἐνιαυτὸν καὶ ὑπακούειν ὡς βασιλεὺς βασιλεῖ προστάττοντι.
こうしてエウアゴラスは、思いがけずも陥落の危機を免れ、サラミスを支配し、毎年定められた貢納を支払い、命じる王に対して王として従うという条件で和平を結んだ。
ὁ μὲν οὖν Κυπριακὸς πόλεμος δεκαετὴς σχεδὸν γεγενημένος καὶ τὸ πλέον τοῦ χρόνου περὶ παρασκευὰς ἀσχοληθείς, διετῆ χρόνον τὸν ἐπὶ πᾶσι συνεχῶς πολεμηθεὶς τοῦτον τὸν τρόπον κατελύθη.
このようにして、ほぼ十年間におよび、その歳月の大半が準備に費やされ、最後の二年間は絶え間なく戦われたキプロス戦争は、このようにして終結した。
§15.9.3ὁ δὲ τοῦ στόλου τὴν ναυαρχίαν ἔχων Γλῶς, γεγαμηκὼς τοῦ Τιριβάζου τὴν θυγατέρα, περίφοβος ὢν μήποτε συνεργεῖν δόξας τῷ Τιριβάζῳ περὶ τῆς ὑποθέσεως τύχῃ τιμωρίας ὑπὸ τοῦ βασιλέως, ἔγνω καινῇ πραγμάτων ἐπιβολῇ τὰ καθʼ ἑαυτὸν ἀσφαλίζεσθαι.
一方、艦隊の指揮権を持っていたグロースは、ティリバゾスの娘と結婚していたため、自分がその企てにおいてティリバゾスに協力したと見なされ、王から処罰を受けることになるのではないかとひどく恐れ、新たな企てによって自らの身の安全を確保しようと決意した。
εὐπορῶν δὲ χρημάτων καὶ στρατιωτῶν, ἔτι δὲ τοὺς τριηράρχους ταῖς εὐνοίαις ἰδίους πεποιημένος, διέγνω τοῦ βασιλέως ἀφίστασθαι.
彼は資金と兵士を十分に有しており、さらに三段櫂船の指揮官たちをも懐柔して自らの味方にしていたため、王に対して反旗を翻すことを決意した。
§15.9.4εὐθὺς οὖν πρὸς μὲν Ἄκοριν τὸν βασιλέα τῶν Αἰγυπτίων διαπρεσβευσάμενος συμμαχίαν συνέθετο κατὰ τοῦ βασιλέως, πρὸς δὲ τοὺς Λακεδαιμονίους γράφων ἐπῇρε κατὰ τοῦ βασιλέως, καὶ χρημάτων πλῆθος ἐπηγγέλλετο δώσειν καὶ τὰς ἄλλας ἐπαγγελίας μεγάλας ἐποιεῖτο, ὑπισχνούμενος συμπράξειν αὐτοῖς τὰ κατὰ τὴν Ἑλλάδα καὶ τὴν ἡγεμονίαν αὐτοῖς τὴν πάτριον συγκατασκευάσειν.
そこで彼は直ちに、エジプト人の王アコリスのもとに使節を派遣して王に対する同盟を結び、他方でスパルタ人たちには書簡を送って王に対する敵対心を煽り、多額の資金を提供することを約束するとともに、ギリシアにおける彼らの諸事を支援し、彼らの祖先伝来の覇権を共に再建することを約束するなど、数々の大きな約束をした。
§15.9.5οἱ δὲ Σπαρτιᾶται καὶ πάλαι μὲν διεγνώκεισαν ἀνακτᾶσθαι τὴν ἡγεμονίαν, τότε δὲ συνετάραττον ἤδη τὰς πόλεις καὶ πᾶσιν ὑπῆρχον φανεροὶ τὰς πόλεις καταδουλούμενοι.
スパルタ人たちはかねてより覇権を取り戻すことを決意していたが、当時はすでに諸都市を混乱に陥れており、彼らがそれらの都市を奴隷化していることは誰の目にも明らかであった。
πρὸς δὲ τούτοις ἀδοξοῦντες ἐπὶ τῷ δοκεῖν ἐν τῇ πρὸς τὸν βασιλέα συνθέσει τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ἐκδότους πεποιηκέναι, μετεμέλοντο τοῖς πεπραγμένοις καὶ πρόφασιν εὔλογον ἐζήτουν τοῦ πρὸς τὸν Ἀρταξέρξην πολέμου.
その上、王との協定においてアジアのギリシア人たちを見捨てて引き渡したと見なされ、悪評を買っていたため、彼らは自らの行いを後悔しており、アルタクセルクセスに対する戦争の正当な口実を探していた。
διόπερ ἄσμενοι συνέθεντο πρὸς τὸν Γλῶ τὴν συμμαχίαν.
そのため、彼らは喜んでグロースと同盟を結んだ。