§15.10.1Ἀρταξέρξης δὲ καταλύσας τὸν πρὸς Καδουσίους πόλεμον προέθηκε κρίσιν Τιριβάζῳ, καὶ δικαστὰς τρεῖς ἀπέδωκε τῶν μάλιστα εὐδοκιμούντων παρὰ τοῖς Πέρσαις.
アルタクセルクセスはカドゥシオイ人との戦争を終結させると、ティリバゾスに対する裁判を提起し、ペルシア人の中で最も高名な者たちの中から三人の裁判官を任命した。
κατὰ τούτους δὲ τοὺς χρόνους ἕτεροι δικασταὶ δόξαντες κακῶς κρίνειν ζῶντες ἐξεδάρησαν, καὶ ὑπὲρ τῶν δικαστικῶν δίφρων περιταθέντων τῶν δερμάτων ἐπὶ τούτων ἐδίκαζον οἱ δικασταί, παρʼ ὀφθαλμοὺς ἔχοντες παράδειγμα τῆς ἐν τῷ κακῶς κρίνειν τιμωρίας.
この時代、不当な判決を下したとみなされた別の裁判官たちが生きたまま皮を剥がれ、その皮が裁判の椅子に張り伸ばされ、裁判官たちはその上で裁判を行っていた。 彼らは不当な判決に対する処罰の実例を、自らの目の前に突きつけられていたのである。
§15.10.2οἱ μὲν οὖν κατηγοροῦντες τὴν ἐπιστολὴν ἀναγνόντες τὴν πεμφθεῖσαν ὑπὸ τοῦ Ὀρόντου, ταύτην ἱκανῶς ἔφασαν ἔχειν πρὸς κατηγορίαν·
そこで告発者たちは、オロンテスから送られた書簡を朗読し、これが告発の根拠として十分であると主張した。
ὁ δὲ Τιρίβαζος πρὸς μὲν τὴν κατὰ τὸν Εὐαγόραν διαβολὴν τὴν ὑπʼ Ὀρόντου γεγενημένην συνθήκην τὸν Εὐαγόραν ὑπακούσειν ὡς βασιλέα βασιλεῖ προήνεγκεν·
これに対しティリバゾスは、オロンテスによるエウアゴラスに関する中傷に対して、エウアゴラスが王に「王として」従うとする協定を提示した。
ἑαυτὸν δὲ τὴν εἰρήνην συντεθεῖσθαι, ὥστε ὑπακούειν Εὐαγόραν τῷ βασιλεῖ ὡς δοῦλον δεσπότῃ·
そして、自分は、エウアゴラスが王に「奴隷が主人に」従うような形で和平を結ぼうとしていたのだと主張した。
περὶ δὲ τῶν χρησμῶν ἔφησε μὴ χρηματίζειν τὸν θεὸν καθόλου περὶ θανάτου, καὶ τούτου μάρτυρας παρείχετο πάντας τοὺς παρόντας Ἕλληνας.
さらに神託については、神は死に関して一切託宣を下さないと述べ、その証人として、その場にいたすべてのギリシア人を引き合いに出した。
περὶ δὲ τῆς φιλίας τῆς πρὸς Λακεδαιμονίους ἀπελογεῖτο, λέγων οὐκ ἐπὶ τῷ ἰδίῳ συμφέροντι, ἀλλʼ ἐπὶ τῷ τοῦ βασιλέως λυσιτελεῖ πεποιῆσθαι τὴν φιλίαν·
また、スパルタ人との友好関係については、自らの私利のためではなく、王の利益のために結ばれたのだと述べて弁明した。
καὶ διὰ ταύτης παρεδείκνυε τῶν μὲν Λακεδαιμονίων παρῃρῆσθαι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας, τῷ δὲ βασιλεῖ παραδεδόσθαι ἐκδότους.
そして、この友好関係によって、スパルタ人からアジアのギリシア人が引き離され、王に引き渡されて服従させられたのだということを示した。
ἐπὶ τελευτῆς δὲ τῆς ἀπολογίας ὑπέμνησε τοὺς δικαστὰς ὧν τὸν βασιλέα πρότερον ἦν εὐεργετηκώς.
弁明の最後に、彼は裁判官たちに、かつて自分が王に対して施した数々の恩義を思い出させた。
§15.10.3λέγεται δὲ πολλὰς μὲν καὶ ἄλλας χρείας ἐνδεδεῖχθαι τῷ βασιλεῖ, μίαν δὲ μεγίστην, ἐξ ἧς αὐτὸν θαυμασθῆναι συνέβη καὶ μέγιστον γενέσθαι φίλον·
彼は他にも多くの尽力を王に示したと言われているが、特に最大の功績が一つあり、それによって彼は王から称賛され、最も親しい友となったのである。
κατὰ γάρ τινα κυνηγίαν ἐφʼ ἅρματος ὀχουμένου τοῦ βασιλέως δύο λέοντας ἐπʼ αὐτὸν ὁρμῆσαι, καὶ τῶν μὲν ἵππων τῶν ἐν τῷ τεθρίππῳ δύο διασπάσαι, τὴν δʼ ὁρμὴν ἐπʼ αὐτὸν ποιεῖσθαι τὸν βασιλέα·
というのも、ある狩猟の際、王が戦車に乗っていたところ、二頭のライオンが王に向かって襲いかかり、四頭立て馬車の馬のうち二頭を引き裂き、王自身に襲いかかろうとした。
καθʼ ὃν δὴ καιρὸν ἐπιφανέντα τὸν Τιρίβαζον τοὺς μὲν λέοντας ἀποκτεῖναι, τὸν δὲ βασιλέα ἐκ τῶν κινδύνων ἐξελέσθαι.
まさにその時、ティリバゾスが現れてライオンたちを殺し、王を危険から救い出したというのである。
§15.10.4ἔν τε τοῖς πολέμοις ἀνδρείᾳ διενεγκεῖν φασὶν αὐτὸν καὶ κατὰ τὰς συμβουλὰς οὕτως εὐστοχεῖν, ὥστε τὸν βασιλέα χρώμενον ταῖς ἐκείνου παραγγελίαις μηδέποτε διαμαρτεῖν.
また戦争においては彼が勇敢さにおいて傑出しており、助言においても非常に的確であったため、王は彼の勧告に従うことで一度も失敗することがなかったと言われている。
τοιαύτῃ δʼ ἀπολογίᾳ χρησάμενος ὁ Τιρίβαζος ἀπελύθη τῶν ἐγκλημάτων ὡμολογημένως ὑπὸ πάντων τῶν δικαστῶν.
このような弁明を行ったティリバゾスは、すべての裁判官の一致した同意によって、告発を解かれ無罪となった。