Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.87.1-15.87.6

エパメイノンダスの致命傷と英雄的な戦死

499 / 723 箇所 · ギリシア語

要旨

マンティネイアの戦いで致命傷を負ったエパメイノンダスは、ボイオティア軍の勝利を確認した後に自らの胸から槍を抜き、英雄としての最期を遂げる。

§15.87.1οἱ δὲ Λακεδαιμόνιοι θεωροῦντες Ἐπαμεινώνδαν προθυμότερον προπίπτοντα τῷ θυμῷ, συνέδραμον ἐπʼ αὐτόν.
ラケダイモン人は、エパメイノンダスが怒りに駆られて過度に前方へ突入しているのを見て、彼に襲いかかった。
πολλῶν δὲ καὶ πυκνῶν φερομένων βελῶν, τὰ μὲν ἐξένευε, τὰ δὲ διεκρούετο, τινὰ δὲ ἐκ τοῦ σώματος ἐξαιρῶν τούτοις ἠμύνετο τοὺς ἐπιφερομένους.
多くの、そして密集した武器が浴びせられる中で、彼はあるものは身をかわし、あるものは払い除け、またあるものは体から引き抜いて、それらを用いて襲いかかる者たちを撃退した。
ἡρωικῶς δʼ ὑπὲρ τῆς νίκης ἀγωνισάμενος καιρίαν ἔλαβε πληγὴν εἰς τὸν θώρακα.
勝利のために英雄的に戦ったものの、彼は胸に致命傷を負った。
κλασθέντος δὲ τοῦ δόρατος, καὶ τοῦ σιδήρου καταλειφθέντος ἐν τῷ σώματι, παραχρῆμα ἔπεσε κατισχυθεὶς ὑπὸ τῆς πληγῆς.
槍が折れ、鉄の刃先が体内に残されたため、彼はその傷の衝撃に圧倒されてただちに倒れた。
περὶ δὲ τοῦ σώματος ἐμπεσούσης φιλοτιμίας, καὶ πολλῶν παρʼ ἀμφοτέροις ἀναιρεθέντων, μόγις οἱ Θηβαῖοι τῇ ῥώμῃ τῶν σωμάτων προέχοντες κατεπόνησαν τοὺς Λακεδαιμονίους.
彼の身体をめぐって激しい争奪戦が起こり、双方に多くの戦死者が出たが、肉体の頑健さにおいて勝るテーバイ人が辛うじてラケダイモン人を圧倒した。
§15.87.2φυγῆς δὲ γενομένης, οἱ μὲν Βοιωτοὶ βραχὺν ἐπιδιώξαντες χρόνον ἀνέστρεψαν, ἀναγκαιότατον ἡγούμενοι τὸ κυριεῦσαι τῶν νεκρῶν.
敗走が始まると、ボイオティア人は短い間追撃しただけで引き返した。 死体を掌握することが何よりも重要であると考えたからである。
ἀνακαλεσαμένων οὖν τῶν σαλπιγκτῶν τοὺς στρατιώτας,ἅπαντες τῆς μάχης ἀπέστησαν, καὶ τρόπαιον ἀμφότεροι στήσαντες ἠμφεσβήτουν τῆς νίκης.
そこで、喇叭手たちが兵士たちを呼び戻すと、全員が戦闘をやめ、双方が戦勝記念碑を建てて勝利を主張した。
§15.87.3οἱ μὲν γὰρ Ἀθηναῖοι νενικηκότες τοὺς περὶ τὸν λόφον Εὐβοεῖς καὶ μισθοφόρους κύριοι τῶν νεκρῶν ὑπῆρχον, οἱ δὲ Βοιωτοὶ τοὺς Λακεδαιμονίους ἀπὸ κράτους ἡττηκότες καὶ κρατοῦντες τῶν πεπτωκότων προσένεμον ἑαυτοῖς τὴν νίκην.
すなわち、アテナイ人は丘の周辺でエウボイア人と傭兵たちを破って死体を掌握しており、他方、ボイオティア人はラケダイモン人を力で破り、倒れた者たちの死体を支配していたため、それぞれ自らに勝利を帰したのである。
§15.87.4ἐπὶ μὲν οὖν χρόνον τινὰ περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως οὐδέτεροι διεπρεσβεύσαντο, ἵνα μὴ δόξωσιν ἐκχωρεῖν τοῦ πρωτείου·
したがって、しばらくの間は、覇権を譲ると思われるのを避けるため、どちらも死体の回収についての使者を送らなかった。
μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων πρώτων ἐπικηρυκευσαμένων περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἀμφότεροι τοὺς ἰδίους ἔθαψαν.
しかしその後、ラケダイモン人が最初に死体の回収について休戦の使者を送ってきたため、双方がそれぞれの死者を埋葬した。
§15.87.5Ἐπαμεινώνδας δʼ ἔτι ζῶν εἰς τὴν παρεμβολὴν ἀπηνέχθη, καὶ τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων, ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσεται καὶ τὸν θάνατον ἐπακολουθῆσαι, εὐψυχότατα τὴν τοῦ βίου καταστροφὴν ἐποιήσατο.
一方、エパメイノンダスは、まだ息があるうちに陣営に運び込まれたが、召集された医者たちが、胸から槍の先端を抜けば必ず死がその後に続くだろうと宣言したため、極めて勇敢にその生涯の最期を迎えた。
§15.87.6πρῶτον μὲν γὰρ τὸν ὑπασπιστὴν προσκαλεσάμενος ἐπηρώτησεν, εἰ διασέσωκε τὴν ἀσπίδα.
なぜなら、まず彼は従卒を呼び寄せ、盾を守り通したかと尋ねたからである。
τοῦ δὲ φήσαντος καὶ θέντος αὐτὴν πρὸ τῆς ὁράσεως, πάλιν ἐπηρώτησε, πότεροι νενικήκασιν.
従卒がそうしたと言って盾を彼の目の前に置くと、彼は再び、どちらが勝ったかと尋ねた。
ἀποφαινομένου δὲ τοῦ παιδός, ὅτι Βοιωτοὶ νενικήκασιν, ὥρα, φησίν, ἐστὶ τελευτᾶν, καὶ προσέταξεν ἐκσπάσαι τὸ δόρυ.
従卒が「ボイオティア人が勝ちました」と言い表すと、彼は「死ぬ時が来た」と言って、槍を抜くように命じた。
ἀναβοησάντων δὲ τῶν παρόντων φίλων, καί τινος εἰπόντος ὅτι τελευτᾷς ἄτεκνος, Ἐπαμεινώνδα, καὶ δακρύσαντος, μὰ Δία μέν, φησίν, ἀλλὰ καταλείπω δύο θυγατέρας, τήν τε ἐν Λεύκτροις νίκην καὶ τὴν ἐν Μαντινείᾳ.
居合わせた友人たちが叫び声を上げ、ある者が「エパメイノンダスよ、あなたは子供を残さずに死ぬのですね」と言って涙を流すと、彼は「いや、そんなことはない。 私は二人の娘を残していくのだ。 レウクトラの勝利と、マンティネイアの勝利という娘をな」と言った。
καὶ τοῦ δόρατος ἐξαιρεθέντος ἄνευ πάσης ταραχῆς ἐξέπνευσεν.
そして槍が抜かれると、いささかの動揺もなく息を引き取った。

語釈・文法注

  1. 15.87.1τινὰ δὲ ἐκ τοῦ σώματος ἐξαιρῶν τούτοις ἠμύνετο τοὺς ἐπιφερομένους — 動詞 `ἠμύνετο`(防ぐ、撃退する)は対格 `τοὺς ἐπιφερομένους`(襲いかかる者たち)を直接目的語とし、手段の与格 `τούτοις`(これらを用いて)を伴う。`τούτοις` は、エパメイノンダスが自らの体から引き抜いた武器(先行する `τινά`[不特定代名詞、中性対格複数])を指している。
  2. 15.87.5τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων, ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσεται καὶ τὸν θάνατον ἐπακολουθῆσαι — `τῶν... ἰατρῶν ἀποφηναμένων` は独立属格構文である。`ὅτι` 節内は、`ὅταν` +接続法 `ἐξαιρεθῇ` による条件節と、非人称動詞の未来形 `συμβήσεται`(起こるであろう)に、対格不定詞句 `τὸν θάνατον ἐπακολουθῆσαι`(死が追随すること)がその意味上の主語として続く、多重に入れ子になった複雑な構造をとる。
  3. 15.87.6μὰ Δία μέν, φησίν, ἀλλὰ — `μὰ Δία`(ゼウスにかけて)は誓言を表す不変化詞で、通常は否定表現を伴うが、ここでは強い対比を示す接続詞 `ἀλλά` と結合し、直前の友人の発言(「子供を残さずに死ぬ」)を強く否定しつつ「いや、誓ってそんなことはない、むしろ…」と対比的・肯定的に論駁する役割を果たしている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.87.1-15.87.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.87.1-15.87.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。