§15.86.1ἡ μὲν οὖν τῶν παρʼ ἀμφοτέροις ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος·
こうして、双方の騎兵の戦闘はこのような結末を迎えた。
αἱ δὲ πεζαὶ δυνάμεις ὡς συνῆλθον εἰς χεῖρας τοῖς πολεμίοις, μεγάλους καὶ θαυμαστοὺς ἀγῶνας συνεστήσαντο.
一方、歩兵の軍勢は、敵と白兵戦に入ると、偉大で驚嘆すべき戦いを繰り広げた。
οὐδέποτε γὰρ Ἑλλήνων πρὸς Ἕλληνας ἀγωνιζομένων οὔτε πλῆθος ἀνδρῶν τοσοῦτο παρετάξατο οὔθʼ ἡγεμόνες ἀξιολογώτεροι τοῖς ἀξιώμασιν οὔτε ἄνδρες δυνατώτεροι τὰς ἐν τοῖς κινδύνοις ἀνδραγαθίας ἐπεδείξαντο.
なぜなら、ギリシア人同士が戦った中で、これほど多数の兵士が布陣したことも、これほど高名な指揮官たちがその地位において揃ったことも、これほど優れた兵士たちが危機のなかでその勇気を示したことも、かつてなかったからである。
§15.86.2οἱ γὰρ πεζομαχεῖν ἄριστα δυνάμενοι κατὰ τοὺς ὑποκειμένους καιρούς, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι, πρὸς ἀλλήλους κατὰ τὴν τάξιν ἀνθεστηκότες πρῶτον μάχην συνῆψαν, οὐδεμίαν φειδὼ ποιούμενοι τοῦ ζῆν.
というのも、当時、歩兵戦において最も優れていたボイオティア人とラケダイモン人が、布陣において互いに対峙し、命を少しも惜しむことなく、まず最初に戦闘を開始したからである。
καὶ τὸ μὲν πρῶτον τύπτοντες ἀλλήλους τοῖς δόρασι, καὶ διὰ τὴν πυκνότητα τῶν πληγῶν τὰ πλεῖστα συντρίψαντες, εἰς τὸν ἀπὸ τῆς μαχαίρας ἀγῶνα κατήντησαν.
そして最初は槍で互いを突き合い、打撃の激しさのためにその大半を叩き折ると、剣による戦闘へと移行した。
§15.86.3συμπλεκόμενοι δὲ τοῖς σώμασι καὶ παντοίας διαθέσεις τραυμάτων ἀπεργαζόμενοι τοῖς θυμοῖς οὐκ ἔληγον·
彼らは肉体をぶつけ合って戦い、あらゆる種類の傷を負わせ合いながらも、その闘志は衰えなかった。
ἐπὶ πολὺν δὲ χρόνον τοῖς δεινοῖς ἐγκαρτερούντων διὰ τὴν ὑπερβολὴν τῆς παρʼ ἑκατέροις ἀνδραγαθίας οὐδεμίαν ῥοπὴν ἐλάμβανεν ἡ μάχη ἕκαστος γὰρ τοῦ παθεῖν τι δεινὸν καταφρονῶν, τοῦ δὲ δρᾶσαί τι λαμπρὸν ἐφιέμενος, εὐγενῶς ἀνεδέχετο τὸν ὑπὲρ τῆς δόξης θάνατον.
双方の比類なき勇気ゆえに、彼らが長きにわたりこの惨状を耐え抜いたため、戦況はどちらにも傾かなかった。 なぜなら、各人が恐ろしい危害を受けることを侮り、華々しい功績をあげることを熱望して、名誉のための死を高潔に受け入れたからである。
§15.86.4ἰσχυρᾶς δὲ μάχης ἐπὶ πολύν τε χρόνον γινομένης καὶ τοῦ κινδύνου μηδεμίαν ῥοπὴν λαμβάνοντος, ὁ μὲν Ἐπαμεινώνδας ὑπολαβὼν τῆς ἰδίας ἀρετῆς προσδεῖσθαι τὴν νίκην, ἔγνω διʼ ἑαυτοῦ κρῖναι τὸν κίνδυνον.
激しい戦いが長く続き、形勢がどちらにも傾かなかったとき、エパメイノンダスは勝利には彼自身の卓越した力が必要であると考え、自らの手で戦いに決着をつけることを決意した。
εὐθὺς οὖν ἀναλαβὼν τοὺς ἀρίστους καὶ μετὰ τούτων συμφράξας, εἰσέβαλεν εἰς μέσους τοὺς πολεμίους·
そこで彼はただちに最も優れた者たちを率い、彼らとともに密集した陣を組んで、敵のただ中へと突入した。
καθηγούμενος δὲ τοῦ συντάγματος, καὶ πρῶτος ἀκοντίσας, ἔβαλε τὸν ἡγούμενον τῶν Λακεδαιμονίων.
そして部隊の先頭に立ち、真っ先に槍を投げて、ラケダイモン人の指揮官を倒した。
§15.86.5εὐθὺς δὲ καὶ τῶν ἄλλων εἰς χεῖρας ἐρχομένων, οὓς μὲν ἀνελών, οὓς δὲ καταπληξάμενος, διέκοψε τὴν φάλαγγα τῶν πολεμίων.
ただちに他の者たちも白兵戦に突入すると、彼はある者を打ち倒し、またある者を恐怖に陥れて、敵のファランクスを突破した。
οἱ δὲ Λακεδαιμόνιοι τὸ ἀξίωμα τοῦ Ἐπαμεινώνδου καὶ τὸ βάρος τοῦ περὶ αὐτὸν συστήματος καταπλαγέντες ἀνεχώρουν ἐκ τῆς μάχης·
ラケダイモン人は、エパメイノンダスの威名と、彼の周囲の密集部隊の重圧に圧倒され、戦闘から退却し始めた。
ἐπικειμένων δὲ τῶν Βοιωτῶν καὶ τοὺς ἐσχάτους αἰεὶ φονευόντων, νεκρῶν ἐσωρεύθη πλῆθος.
ボイオティア人が追撃し、常に最後尾にいる者たちを殺害したため、無数の死体が積み重なった。