Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.87.1-15.87.6

伊巴密浓达身负重伤与英勇阵亡

第 499 段,共 723 段 · 希腊语

内容简介

伊巴密浓达在曼蒂尼亚战役中受了致命伤,在确认波奥蒂亚人获胜后,他下令拔出胸口的矛头,英雄般地离世。

§15.87.1οἱ δὲ Λακεδαιμόνιοι θεωροῦντες Ἐπαμεινώνδαν προθυμότερον προπίπτοντα τῷ θυμῷ, συνέδραμον ἐπʼ αὐτόν.
拉刻代蒙人见伊巴密浓达因斗志激昂而过分突前,便一齐向他冲去。
πολλῶν δὲ καὶ πυκνῶν φερομένων βελῶν, τὰ μὲν ἐξένευε, τὰ δὲ διεκρούετο, τινὰ δὲ ἐκ τοῦ σώματος ἐξαιρῶν τούτοις ἠμύνετο τοὺς ἐπιφερομένους.
许多密集的飞弹射来,他躲避了一些,击落了一些,还有一些从身上拔出来,用它们来击退冲上来的敌人。
ἡρωικῶς δʼ ὑπὲρ τῆς νίκης ἀγωνισάμενος καιρίαν ἔλαβε πληγὴν εἰς τὸν θώρακα.
他为胜利进行了英勇的战斗,胸部受了致命一击。
κλασθέντος δὲ τοῦ δόρατος, καὶ τοῦ σιδήρου καταλειφθέντος ἐν τῷ σώματι, παραχρῆμα ἔπεσε κατισχυθεὶς ὑπὸ τῆς πληγῆς.
枪身折断,铁制枪头留在体内,他顿时因伤势过重倒了下去。
περὶ δὲ τοῦ σώματος ἐμπεσούσης φιλοτιμίας, καὶ πολλῶν παρʼ ἀμφοτέροις ἀναιρεθέντων, μόγις οἱ Θηβαῖοι τῇ ῥώμῃ τῶν σωμάτων προέχοντες κατεπόνησαν τοὺς Λακεδαιμονίους.
围绕着他的身体展开了激烈的争夺,双方死伤甚众,最终在身体力量上占优的底比斯人艰难地制服了拉刻代蒙人。
§15.87.2φυγῆς δὲ γενομένης, οἱ μὲν Βοιωτοὶ βραχὺν ἐπιδιώξαντες χρόνον ἀνέστρεψαν, ἀναγκαιότατον ἡγούμενοι τὸ κυριεῦσαι τῶν νεκρῶν.
溃败发生后,波奥蒂亚人只追击了很短的时间便折返,因为他们认为掌控尸体最为重要。
ἀνακαλεσαμένων οὖν τῶν σαλπιγκτῶν τοὺς στρατιώτας,ἅπαντες τῆς μάχης ἀπέστησαν, καὶ τρόπαιον ἀμφότεροι στήσαντες ἠμφεσβήτουν τῆς νίκης.
于是,在号手召回士兵后,所有人皆停止了战斗,双方都树立了战胜纪念碑,并争夺胜利的归属。
§15.87.3οἱ μὲν γὰρ Ἀθηναῖοι νενικηκότες τοὺς περὶ τὸν λόφον Εὐβοεῖς καὶ μισθοφόρους κύριοι τῶν νεκρῶν ὑπῆρχον, οἱ δὲ Βοιωτοὶ τοὺς Λακεδαιμονίους ἀπὸ κράτους ἡττηκότες καὶ κρατοῦντες τῶν πεπτωκότων προσένεμον ἑαυτοῖς τὴν νίκην.
盖因雅典人在山丘一带击败了优卑亚人和雇佣兵,掌控了尸体;而波奥蒂亚人则凭实力击败了拉刻代蒙人,并掌控了战死者,故双方皆将胜利归于自己。
§15.87.4ἐπὶ μὲν οὖν χρόνον τινὰ περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως οὐδέτεροι διεπρεσβεύσαντο, ἵνα μὴ δόξωσιν ἐκχωρεῖν τοῦ πρωτείου· μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων πρώτων ἐπικηρυκευσαμένων περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἀμφότεροι τοὺς ἰδίους ἔθαψαν.
因此在一段时间内,双方都没有派使者商讨收容尸体之事,以免显得让出首位;但在此之后,因拉刻代蒙人首先派使者前来请求收容尸体,双方才各自埋葬了己方的死者。
§15.87.5Ἐπαμεινώνδας δʼ ἔτι ζῶν εἰς τὴν παρεμβολὴν ἀπηνέχθη, καὶ τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων, ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσεται καὶ τὸν θάνατον ἐπακολουθῆσαι, εὐψυχότατα τὴν τοῦ βίου καταστροφὴν ἐποιήσατο.
而伊巴密浓达在尚有气息时被送回军营,召集来的医生宣称,无论如何,一旦将矛头从胸部拔出,死神必将随之降临,于是他以极大的勇气迎接了生命的终结。
§15.87.6πρῶτον μὲν γὰρ τὸν ὑπασπιστὴν προσκαλεσάμενος ἐπηρώτησεν, εἰ διασέσωκε τὴν ἀσπίδα.
因为他首先召来侍盾兵,询问是否保住了盾牌。
τοῦ δὲ φήσαντος καὶ θέντος αὐτὴν πρὸ τῆς ὁράσεως, πάλιν ἐπηρώτησε, πότεροι νενικήκασιν.
侍卫称是,并将盾牌置于他眼前,他又问哪一方获胜。
ἀποφαινομένου δὲ τοῦ παιδός, ὅτι Βοιωτοὶ νενικήκασιν, ὥρα, φησίν, ἐστὶ τελευτᾶν, καὶ προσέταξεν ἐκσπάσαι τὸ δόρυ.
当侍卫表明波奥蒂亚人获胜时,他说:“是时候死去了,”并下令拔出矛头。
ἀναβοησάντων δὲ τῶν παρόντων φίλων, καί τινος εἰπόντος ὅτι τελευτᾷς ἄτεκνος, Ἐπαμεινώνδα, καὶ δακρύσαντος, μὰ Δία μέν, φησίν, ἀλλὰ καταλείπω δύο θυγατέρας, τήν τε ἐν Λεύκτροις νίκην καὶ τὴν ἐν Μαντινείᾳ.
在场的友人放声大哭,有人哭着说:“伊巴密浓达,你死而无子啊,”他答道:“不,凭着宙斯发誓,相反,我留下了两个女儿——留克特拉的胜利和曼蒂尼亚的胜利。
καὶ τοῦ δόρατος ἐξαιρεθέντος ἄνευ πάσης ταραχῆς ἐξέπνευσεν.
”随着矛头被拔出,他毫无痛苦地安详离世。

词汇与语法注释

  1. 15.87.1τινὰ δὲ ἐκ τοῦ σώματος ἐξαιρῶν τούτοις ἠμύνετο τοὺς ἐπιφερομένους — 动词 `ἠμύνετο`(击退、防御)以宾格 `τοὺς ἐπιφερομένους`(冲上来的人)为直接宾语,并伴有工具与格 `τούτοις`(用这些)。`τούτοις` 指代前文的 `τινά`(中性复数宾格),即伊巴密浓达从自己身体中拔出的武器。
  2. 15.87.5τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων, ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσεται καὶ τὸν θάνατον ἐπακολουθῆσαι — `τῶν... ἰατρῶν ἀποφηναμένων` 是独立属格结构。在 `ὅτι` 从句内部是一个复杂的嵌套结构:由 `ὅταν` 结合虚拟语气 `ἐξαιρεθῇ` 引导的时间/条件从句,以及主句的无人称动词未来时 `συμβήσεται`(将发生),后者以“对格+不定式”结构 `τὸν θάνατον ἐπακολουθῆσαι`(死亡随之而来)作为其逻辑主语。
  3. 15.87.6μὰ Δία μέν, φησίν, ἀλλὰ — `μὰ Δία`(凭宙斯发誓)是誓言小词,通常伴随否定词以表示强烈否定。此处它与表示对比的连词 `ἀλλά`(但是/相反)相结合,强烈反驳了友人前文的说法(“你死而无子”),表达“不,凭宙斯发誓,相反,我留下……”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.87.1-15.87.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.87.1-15.87.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。