§15.88.1ἡμεῖς δʼ εἰωθότες ταῖς τῶν ἀγαθῶν ἀνδρῶν τελευταῖς ἐπιλέγειν τὸν ἴδιον ἔπαινον, οὐδαμῶς ἁρμόττον ἡγούμεθα παραδραμεῖν ἀνδρὸς τηλικούτου τὴν τελευτὴν ἀνεπισήμαντον.
私たちは、優れた人々の死に対して、ふさわしい賛辞を付け加えるのを常としているが、これほど偉大な人物の死を、何ら言及することなく通り過ぎることは、決して適切ではないと考える。
δοκεῖ γάρ μοι μὴ μόνον τοὺς καθʼ ἑαυτὸν ὑπερβάλλειν τῇ στρατηγικῇ συνέσει καὶ ἐμπειρίᾳ, πρὸς δὲ τούτοις ἐπιεικείᾳ τε καὶ μεγαλοψυχίᾳ.
なぜなら、彼は同時代の人々を、将帥としての知性と経験においてだけでなく、それに加えて、公平さと度量の大きさにおいても凌駕していると思われるからである。
§15.88.2κατὰ μὲν γὰρ τὴν ἡλικίαν τὴν τούτου γεγόνασιν ἄνδρες ἐπιφανεῖς Πελοπίδας τε Θηβαῖος καὶ Τιμόθεος καὶ Κόνων, ἔτι δὲ Χαβρίας καὶ Ἰφικράτης οἱ Ἀθηναῖοι, πρὸς δὲ τούτοις Ἀγησίλαος ὁ Σπαρτιάτης, βραχὺ τοῖς χρόνοις προτερῶν·
彼の世代には、著名な人々として、テーバイ人のペロピダス、ティモテオス、コノン、さらにアテナイ人のカブリアスとイフィクラテス、そして彼らに加えて、時代的に少し先立つスパルタ人のアゲシラオスがいた。
ἐν δὲ τοῖς πρὸ τοῦ χρόνοις, ἐπὶ τῶν Μηδικῶν καὶ πρὸ τῶν Περσικῶν καιρῶν, Σόλων καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης, ἔτι δὲ Κίμων καὶ Μυρωνίδης καὶ Περικλῆς καί τινες ἕτεροι παρὰ τοῖς Ἀθηναίοις, κατὰ δὲ τὴν Σικελίαν Γέλων ὁ Δεινομένους καί τινες ἕτεροι.
また、それ以前の時代、ペルシア戦争の時期およびそれより前の時代には、ソロン、テミストクレス、ミルティアデス、さらにはキモン、ミュロニデス、ペリクレス、その他アテナイ人の幾人か、そしてシケリアにおいてはデイノメネスの子ゲロンと他の幾人かがいた。
§15.88.3ἀλλʼ ὅμως εἴ τις συγκρίναι τὰς τούτων ἀρετὰς τῇ Ἐπαμεινώνδου στρατηγίᾳ τε καὶ δόξῃ, πολὺ ἂν προέχουσαν εὕροι τὴν περὶ τὸν Ἐπαμεινώνδαν ἀρετήν.
しかしながら、もし誰かが彼らの徳をエパメイノンダスの将帥としての才能や名声と比較するならば、エパメイノンダスの徳がはるかに優れていることを見出すであろう。
παρὰ μὲν γὰρ ἑκάστῳ τῶν ἄλλων ἓν ἂν εὕροι προτέρημα τῆς δόξης, παρὰ δὲ τούτῳ πάσας τὰς ἀρετὰς ἠθροισμένας.
他の人々においては、それぞれ名声の優位性を一つだけ見出すかもしれないが、彼においてはすべての徳が集まっているからである。
καὶ γὰρ ῥώμῃ σώματος καὶ λόγου δεινότητι, πρὸς δὲ τούτοις ψυχῆς λαμπρότητι καὶ μισαργυρίᾳ καὶ ἐπιεικείᾳ, καὶ τὸ μέγιστον, ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει πολὺ διήνεγκε πάντων.
実際、肉体の頑健さ、弁論の巧みさ、さらには精神の輝かしさ、無欲さ、公平さ、そして何よりも、勇気と将帥としての知性において、彼はすべての人々をはるかに凌駕していた。
§15.88.4τοιγαροῦν ἡ πατρὶς αὐτοῦ ζῶντος μὲν ἐκτήσατο τὴν ἡγεμονίαν τῆς Ἑλλάδος, τελευτήσαντος δὲ ταύτης ἐστερήθη καὶ τῆς ἐπὶ τὸ χεῖρον ἀεὶ μεταβολῆς ἐπειράθη, καὶ πέρας διὰ τὴν ἀφροσύνην τῶν ἡγουμένων ἀνδραποδισμοῦ καὶ κατασκαφῆς ἔλαβε πεῖραν.
それゆえ、彼の祖国は彼が生存している間はギリシアの覇権を獲得したが、彼が死ぬとその覇権を奪われ、常に悪化の一途をたどる変化を経験し、最後には指導者たちの愚かさのために、奴隷化と破壊という破滅を経験することになった。
Ἐπαμεινώνδας μὲν οὖν παρὰ πᾶσι περιβόητον ἔχων τὴν ἀρετήν, τοιαύτης ἔτυχε καταστροφῆς τοῦ βίου.
エパメイノンダスは、すべての人々の間でその徳が広く称賛され、このような生涯の最期を迎えたのである。