Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.85.1-15.85.8

マンティネイアの戦いの布陣と初動の騎兵戦

497 / 723 箇所 · ギリシア語

要旨

陣形を整えた両軍は戦闘を開始し、最初は両翼の騎兵戦となる。アテナイ騎兵はテッサリアの投擲兵に圧倒されて敗走するも退却中に敵の別働隊を撃破し、エリス騎兵の活躍により戦況は混迷を極める。

§15.85.1ἀμφοτέρων δὲ προθύμως συγκαταβάντων εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα, καὶ διαταχθέντων τῶν στρατοπέδων, οἱ μὲν μάντεις σφαγιασάμενοι παρʼ ἀμφοτέροις ἀπεφαίνοντο τὴν νίκην ὑπὸ τῶν θεῶν προφαινομένην·
双方が天下の決戦に向けて意気揚々と臨み、陣営が整えられると、双方の占い師たちは犠牲を捧げたのち、勝利が神々によって予兆されていると宣言した。
§15.85.2κατὰ δὲ τὴν τάξιν Μαντινεῖς μὲν μετὰ τῶν ἄλλων Ἀρκάδων τὸ δεξιὸν ἐπεῖχον κέρας, ἔχοντες παραστάτας καὶ συναγωνιστὰς Λακεδαιμονίους, τούτοις δὲ συνεχεῖς ἦσαν Ἠλεῖοι καὶ Ἀχαιοί, καὶ τῶν ἄλλων οἱ καταδεέστεροι τὴν μέσην ἐπεῖχον τάξιν·
布陣に関しては、マンティネイア人が他のアルカディア人とともに右翼を占め、ラケダイモン人を伴護者・共闘者として従え、これにエリス人とアカイア人が続き、他国のうち劣る者たちが中央の陣を占めた。
τὸ δʼ εὐώνυμον κέρας ἀνεπλήρουν Ἀθηναῖοι.
そして、左翼はアテナイ人が補った。
Θηβαῖοι δʼ αὐτοὶ μὲν ἐπὶ τὸ εὐώνυμον κέρας ἐτάχθησαν, παραστάτας ἔχοντες Ἀρκάδας, τὸ δὲ δεξιὸν παρέδωκαν Ἀργείοις·
一方、テーバイ人自身は左翼に配置され、アルカディア人を伴護者とし、右翼をアルゴス人に委ねた。
τὸ δὲ ἄλλο πλῆθος ἀνεπλήρου τὴν μέσην τάξιν, Εὐβοεῖς καὶ Λοκροὶ καὶ Σικυώνιοι, πρὸς δὲ τούτοις Μεσσήνιοι καὶ Μαλιεῖς καὶ Αἰνιᾶνες, ἔτι δὲ καὶ Θετταλοὶ καὶ οἱ λοιποὶ σύμμαχοι.
その他の多勢、すなわちエウボイア人、ロクリス人、シキュオン人、これらに加えてメッセニア人、マリス人、アイニアネス人、さらにはテッサリア人と残りの同盟軍が中央の陣を補った。
τοὺς δʼ ἱππεῖς ἐφʼ ἑκατέρων τῶν κεράτων ἀμφότεροι διείλοντο.
騎兵については、双方がそれぞれ左右の翼に分割して配置した。
§15.85.3τῶν δὲ στρατευμάτων τοῦτον τὸν τρόπον τεταγμένων, ὡς ἤδη πλησίον ὑπῆρχον ἀλλήλων, αἱ μὲν σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον, αἱ δὲ δυνάμεις ἠλάλαξαν καὶ τῷ μεγέθει τῆς βοῆς τὴν νίκην ἐσήμαινον.
軍勢がこのように配置され、すでに互いに接近したとき、ラッパが戦闘開始の合図を鳴らし、全軍がときの声を上げ、その叫び声の大きさによって勝利を前兆として示した。
καὶ τὸ μὲν πρῶτον ἱππομαχίαν ἐν τοῖς κέρασι συνεστήσαντο, καθʼ ἣν ταῖς φιλοτιμίαις ἑαυτοὺς ὑπερεβάλοντο.
そして、まず最初に両翼で騎兵戦が開始され、その戦闘において彼らは功名心から互いにしのぎを削り合った。
§15.85.4οἱ μὲν γὰρ τῶν Ἀθηναίων ἱππεῖς τοῖς τῶν Θηβαίων ἐπελάσαντες ἠλαττοῦντο οὐχ οὕτω ταῖς τῶν ἵππων ἀρεταῖς οὐδὲ ταῖς ἰδίαις εὐψυχίαις οὐδὲ ταῖς κατὰ τὴν ἱππικὴν ἐμπειρίαις·
というのも、アテナイの騎兵はテーバイの騎兵に襲いかかったものの、劣勢に立たされたが、それは馬の能力や彼ら自身の勇気、あるいは乗馬技術の経験において劣っていたからではなかった。
ἐν γὰρ τούτοις ἅπασιν οὐκ ἦν καταδεέστερον τὸ τῶν Ἀθηναίων ἱππικόν·
これらすべてにおいてアテナイの騎兵は劣ってはいなかったからである。
τῷ δὲ πλήθει καὶ τῇ παρασκευῇ τῶν ψιλῶν καὶ τῇ στρατηγικῇ συντάξει πολὺ τῶν ἐναντίων ἐλείποντο.
しかし、数において、また軽装歩兵の備えにおいて、さらには将帥としての陣形配置において、敵に大きく及ばなかった。
αὐτοὶ μὲν οὖν ὀλίγους εἶχον ἀκοντιστάς, οἱ δὲ Θηβαῖοι τριπλασίους σφενδονήτας καὶ ἀκοντιστὰς τοὺς ἐκ τῶν περὶ τὴν Θετταλίαν τόπων ἀπεσταλμένους.
実際、彼ら自身はわずかな投槍兵しか連れていなかったのに対し、テーバイ人はテッサリア周辺の地方から派遣されたスリング兵と投槍兵をその三倍も有していたのである。
§15.85.5οὗτοι περιττότερον ἐκ παίδων ζηλοῦντες τὴν ἐν τούτοις μάχην, μεγάλην ῥοπὴν ποιεῖν εἰώθεισαν ἐν ταῖς μάχαις διὰ τὴν ἐν τούτοις ἐμπειρίαν.
これらの兵は、子供の頃からこの役割における戦闘に人一倍励んでいたため、その経験の深さによって、戦闘において大勢を決する役割を果たすのが常であった。
διόπερ οἱ Ἀθηναῖοι κατατιτρωσκόμενοι μὲν ὑπὸ τῶν ψιλικῶν, καταπονούμενοι δʼ ὑπὸ τῶν ἀνθεστηκότων, ἅπαντες ἐτράπησαν.
それゆえ、アテナイ人は軽装歩兵によって傷つけられ、対峙する者たちによって圧倒されて、全員が敗走した。
§15.85.6τὴν δὲ φυγὴν ἐκτὸς τῶν κεράτων ποιησάμενοι διωρθώσαντο τὴν ἧτταν·
しかし、彼らは両翼の外側へと逃れることで敗戦を挽回した。
ἅμα μὲν γὰρ κατὰ τὴν ἀποχώρησιν οὐκ ἐτάραξαν τὴν ἰδίαν φάλαγγα, ἅμα δὲ περιπεσόντες Εὐβοεῦσι καὶ μισθοφόροις τισὶν ἀπεσταλμένοις ἐπὶ τὴν κατάληψιν τῶν πλησίον λόφων, συνάψαντες αὐτοῖς μάχην ἅπαντας ἀπέκτειναν.
すなわち、退却の際に味方のファランクスを混乱させなかったと同時に、近くの丘を占拠するために派遣されていたエウボイア人や一部の傭兵たちに遭遇し、彼らと戦闘を交えて全員を討ち取ったからである。
§15.85.7οἱ δὲ τῶν Θηβαίων ἱππεῖς τοὺς μὲν φεύγοντας οὐκ ἐπεδίωξαν, ἐπὶ δὲ τὴν φάλαγγα τῶν ἀντιτεταγμένων ἐπελάσαντες ἐφιλοτιμοῦντο παραλλάξαι τοὺς πεζούς.
一方、テーバイの騎兵は逃げる者を追撃せず、対峙する敵のファランクスに突撃し、歩兵を迂回して側面に回り込もうと功を競った。
ἰσχυρᾶς δὲ μάχης γενομένης, καὶ τῶν Ἀθηναίων καταπονουμένων καὶ πρὸς φυγὴν ὁρμησάντων, ὁ τῶν Ἠλείων ἵππαρχος ἐπὶ τῆς οὐραγίας τεταγμένος ἐπεβοήθησε τοῖς φεύγουσι, καὶ πολλοὺς τῶν Βοιωτῶν καταβαλὼν παλίντροπον ἐποίησε τὴν μάχην.
激しい戦闘が起こり、アテナイ人が圧倒されて逃げ出そうとしたとき、後方に配置されていたエリス人の騎兵隊長が逃げる者たちを救援し、多くのボイオティア人を打ち倒して戦況を逆転させた。
§15.85.8οἱ μὲν οὖν τῶν Ἠλείων ἱππεῖς τοῦτον τὸν τρόπον ἐπιφανέντες τῷ λαιῷ κέρατι τὸ γεγονὸς περὶ τοὺς συμμάχους ἐλάττωμα διωρθώσαντο·
このようにしてエリスの騎兵は左翼に現れ、同盟国に生じた痛手を挽回した。
ἐπὶ δὲ θατέρου κέρατος ἐπιρραξάντων ἀλλήλοις τῶν ἱππέων βραχὺν χρόνον ἡ μάχη διέμεινεν ἰσόρροπος, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆθος καὶ τὴν ἀρετὴν τῶν Βοιωτῶν καὶ Θετταλῶν ἱππέων οἱ μετὰ τῶν Μαντινέων ὄντες ἐβιάσθησαν, καὶ συχνοὺς ἀποβαλόντες κατέφυγον πρὸς τὴν ἰδίαν φάλαγγα.
しかしもう一方の翼では、騎兵同士が激突してしばらくの間は一進一退の戦いが続いたものの、その後、ボイオティアとテッサリアの騎兵の数と勇猛さによって、マンティネイア側にいた者たちは圧倒され、多くの犠牲を出して味方のファランクスへと逃げ帰った。

語釈・文法注

  1. §15.85.1τὴν νίκην ὑπὸ τῶν θεῶν προφαινομένην — 動詞 ἀπεφαίνοντο(宣言した)の叙述分詞として対格の προφαινομένην(前兆として示されている)が用いられており、対格不定詞句と同等の役割を果たしている。
  2. §15.85.3ἑαυτοὺς ὑπερεβάλοντο — 再帰代名詞 ἑαυτούς(自分たち自身を)が相互代名詞(ἀλλήλους、「互いに」)の代わりとして相互的な意味で用いられており、「互いに競い合い、互いを凌駕した」という意味になる。
  3. §15.85.5μεγάλην ῥοπὴν ποιεῖν — ῥοπή(天秤の傾き)を用いた慣用表現で、文字通りには「大きな傾きを作る」、転じて「戦闘において大勢を決する役割を果たす」を意味する。
  4. §15.85.7παραλλάξαι — 不定詞 παραλλάξαι は、ここでは「(敵の歩兵の)側面に回り込む、迂回する」という意味で用いられている。これは、戦列を通り越して背後や側面に達しようとする騎兵の戦術的動きを指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.85.1-15.85.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.85.1-15.85.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。